This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[584]
Πληγεὶς οὖν ὁ βασιλεὺς ὑποψίαις πλείοσιν θεραπαίνας
τε καί τινας τῶν ἐλευθέρων ἐβασάνιζεν. ἐβόα δέ τις ἐν ταῖς
ἀλγηδόσιν “θεὸς ὁ γῆν καὶ οὐρανὸν διέπων μετέλθοι τὴν τούτων
ἡμῖν τῶν κακῶν αἰτίαν, τὴν Ἀντιπάτρου μητέρα.” ταύτης τῆς
ἀρχῆς ὁ βασιλεὺς λαβόμενος ἐπεξῄει πρόσω τὴν ἀλήθειαν.
[585]
ἡ
δὲ γυνὴ τήν τε φιλίαν τῆς Ἀντιπάτρου μητρὸς πρὸς Φερώραν καὶ
τὰς ἐκείνου γυναῖκας ἐδήλου καὶ τὰς λαθραίας αὐτῶν συνόδους,
ὅτι τε Φερώρας καὶ Ἀντίπατρος σὺν ἐκείναις πίνοιεν ὑποστρέφοντες
ἀπὸ τοῦ βασιλέως δι᾽ ὅλης νυκτὸς μηδένα μήτε οἰκέτην
μήτε θεράπαιναν ἐῶντες παρατυγχάνειν. μία δὴ τῶν ἐλευθέρων
ταῦτα μηνύει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.