previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[544]

Παλαιὸς δέ τις τοῦ βασιλέως στρατιώτης, ὄνομα Τίρων, ἔχων υἱὸν σφόδρα συνήθη καὶ φίλον Ἀλεξάνδρῳ καὶ αὐτὸς ἠγαπηκὼς ἰδίᾳ τὰ μειράκια, δι᾽ ὑπερβολὴν ἀγανακτήσεως ἔκφρων ἐγίνετο, καὶ τὸ μὲν πρῶτον ἐβόα περιιὼν πεπατῆσθαι τὸ δίκαιον, ἀπολωλέναι τὴν ἀλήθειαν, συγκεχύσθαι τὴν φύσιν, ἀνομίας γέμειν τὸν βίον, καὶ πάνθ᾽ ὅσα μὴ φειδομένῳ τοῦ ζῆν ὑπηγόρευε τὸ πάθος. [545] τέλος δὲ καὶ τῷ βασιλεῖ τολμήσας προσελθεῖνἀλλ᾽ ἐμοὶ μέν, ἔφη, κακοδαιμονέστατος εἶναι δοκεῖς, ὅστις κατὰ τῶν φιλτάτων πείθῃ τοῖς πονηροτάτοις, εἴ γε Φερώρα καὶ Σαλώμης καταγνοὺς πολλάκις θάνατον πιστεύεις τούτοις κατὰ τῶν τέκνων, οἵ σε τῶν γνησίων περικόπτοντες διαδόχων ἐπ᾽ Ἀντιπάτρῳ καταλείπουσι μόνῳ, τὸν ἑαυτοῖς εὐμεταχείριστον αἱρούμενοι βασιλέα. [546] σκέψαι μέντοι γε, μή ποτε κἀκείνῳ γένηται μῖσος ἐν τοῖς στρατιώταις τῶν ἀδελφῶν θάνατος: οὐ γὰρ ἔστιν ὅστις οὐκ ἐλεεῖ τὰ μειράκια, τῶν δὲ ἡγεμόνων καὶ φανερῶς ἀγανακτοῦσιν πολλοί.” ταῦθ᾽ ἅμα λέγων ὠνόμαζεν τοὺς ἀγανακτοῦντας. δὲ βασιλεὺς εὐθέως ἐκείνους τε καὶ αὐτὸν καὶ τὸν υἱὸν αὐτοῦ συνελάμβανεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: