This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[347]
Τῶν δ᾽ ἀνὰ τὴν πόλιν Ἰουδαίων τὸ πλῆθος ποικίλως
ἐτετάρακτο: καὶ γὰρ περὶ τὸν ναὸν ἀθροιζόμενον τὸ ἀσθενέστερον
ἐδαιμονία καὶ πολλὰ θειωδέστερον πρὸς τοὺς καιροὺς
ἐλογοποίει, καὶ τῶν τολμηροτέρων κατὰ στῖφος ἦσαν λῃστεῖαι πολύτροποι,
μάλιστα τὰ περὶ τὴν πόλιν ἁρπαζόντων ἐπιτήδεια καὶ
μήτε ἵπποις μήτε ἀνδράσιν ὑπολειπομένων τροφήν.
[348]
τοῦ γε μὴν
μαχίμου τὸ εὐτακτότερον ἐτέτακτο πρὸς ἄμυναν τῆς πολιορκίας τούς
τε χωννύντας εἶργον ἀπὸ τοῦ τείχους καὶ τοῖς ὀργάνοις ἀντιμηχανώμενον
ἀεί τι κώλυμα καινότερον: ἐν οὐδενὶ δ᾽ οὕτως ὡς ἐν ταῖς
μεταλλείαις περιῆσαν τῶν πολεμίων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.