This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[229]
Τραπεὶς δ᾽ ἐπὶ Σαμάρειαν στάσει τεταραγμένην κατεστήσατο
τὴν πόλιν: ἔπειτα καθ᾽ ἑορτὴν ὑπέστρεφεν εἰς Ἱεροσόλυμα
τοὺς ὁπλίτας ἄγων. καὶ πέμπων Ὑρκανός, ἐνῆγεν γὰρ δεδοικὼς τὴν
ἔφοδον Μάλιχος, ἐκώλυεν τοὺς ἀλλοφύλους εἰσαγαγεῖν ἐφ᾽ ἁγνεύοντας
τοὺς ἐπιχωρίους. ὁ δὲ τῆς προφάσεως καταφρονήσας καὶ τοῦ
προστάσσοντος εἰσέρχεται διὰ νυκτός.
[230]
καὶ πάλιν Μάλιχος προσιὼν
ἔκλαιεν Ἀντίπατρον: ἀνθυπεκρίνετο δὲ μόλις Ἡρώδης τὸν θυμὸν
ἐπέχων καὶ Κασσίῳ δι᾽ ἐπιστολῶν τὴν τοῦ πατρὸς ἀναίρεσιν ἀπωδύρετο
μισοῦντι καὶ ἄλλως Μάλιχον. ὁ δ᾽ αὐτῷ μετιέναι τὸν φονέα
τοῦ πατρὸς ἀντεπιστείλας καὶ τοῖς ὑφ᾽ ἑαυτὸν χιλιάρχοις λάθρα
προσέταξεν Ἡρώδῃ βοηθεῖν εἰς πρᾶξιν δικαίαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.