This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[197]
Πρὸς ταῦτα ὁ Ἀντίπατρος ἀπορρίψας τὴν ἐσθῆτα τὸ
πλῆθος ἐπεδείκνυεν τῶν τραυμάτων, καὶ περὶ μὲν τῆς εἰς Καίσαρα
εὐνοίας οὐκ ἔφη λόγου δεῖν αὐτῷ: κεκραγέναι γὰρ τὸ σῶμα σιωπῶντος:
[198]
Ἀντιγόνου δὲ θαυμάζειν τὴν τόλμαν, εἰ πολεμίου Ῥωμαίων
υἱὸς ὢν καὶ Ῥωμαίων δραπέτου καὶ τὸ νεωτεροποιὸς εἶναι καὶ
στασιώδης αὐτὸς πατρῷον ἔχων, παρὰ τῷ Ῥωμαίων ἡγεμόνι κατηγορεῖν
ἐπικεχείρηκεν ἑτέρων καὶ πειρᾶται τυχεῖν ἀγαθοῦ τινος, δέον
ἀγαπᾶν ὅτι ζῇ: καὶ γὰρ νῦν ἐφίεσθαι πραγμάτων οὐ τοσοῦτον δι᾽
ἀπορίαν, ἀλλ᾽ ἵνα Ἰουδαίους διαστασιάσῃ παρελθὼν καὶ χρήσηται
κατὰ τῶν δόντων ταῖς ἀφορμαῖς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.