This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[209]
Πῶς δὲ καὶ τῆς πρὸς ἀλλοφύλους ἐπιεικείας ἐφρόντισεν
ὁ νομοθέτης, ἄξιον ἰδεῖν, [φανεῖται γὰρ ἄριστα πάντων προνοησάμενος]
ὅπως μήτε τὰ οἰκεῖα διαφθείρωμεν μήτε φθονήσωμεν
τοῖς μετέχειν τῶν ἡμετέρων προαιρουμένοις.
[210]
ὅσοι μὲν γὰρ θέλουσιν
ὑπὸ τοὺς αὐτοὺς ἡμῖν νόμους ζῆν ὑπελθόντες δέχεται φιλοφρόνως,
οὐ τῷ γένει μόνον, ἀλλὰ καὶ τῇ προαιρέσει τοῦ βίου
νομίζων εἶναι τὴν οἰκειότητα. τοὺς δ᾽ ἐκ παρέργου προσιόντας
ἀναμίγνυσθαι τῇ συνηθείᾳ οὐκ ἠθέλησεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.