previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[399]

Ταῦτα δ᾽ ὡς ἐπυθόμην ἐγὼ πέμπω δισχιλίους ὁπλίτας καὶ στρατηγὸν αὐτῶν Ἱερεμίαν, οἳ δὴ καὶ χάρακα θέντες ἀπὸ σταδίου τῆς Ἰουλιάδος πλησίον τοῦ Ἰορδάνου ποταμοῦ πλέον ἀκροβολισμῶν οὐδὲν ἔπραξαν, μέχρι τρισχιλίους στρατιώτας αὐτὸς ἀναλαβὼν ἧκον πρὸς αὐτούς. [400] κατὰ δὲ τὴν ἐπιοῦσαν ἡμέραν ἔν τινι φάραγγι καθίσας λόχον οὐκ ἄπωθεν αὐτῶν τοῦ χάρακος προεκαλούμην τοὺς βασιλικοὺς εἰς μάχην, παραινέσας τοῖς μετ᾽ ἐμοῦ στρατιώταις στρέψαι τὰ νῶτα, μέχρις ἂν ἐπισπάσωνται τοὺς πολεμίους προελθεῖν: ὅπερ καὶ ἐγένετο. [401] Σύλλας γὰρ εἰκάσας ταῖς ἀληθείαις τοὺς ἡμετέρους φεύγειν προελθὼν ἐπιδιώκειν οἷός τε ἦν, κατὰ νώτου δ᾽ αὐτὸν λαμβάνουσιν οἱ ἐκ τῆς ἐνέδρας καὶ σφόδρα πάντας ἐθορύβησαν. [402] ἐγὼ δ᾽ εὐθὺς ὀξείᾳ χρησάμενος ὑποστροφῇ μετὰ τῆς δυνάμεως ὑπήντησα τοῖς βασιλικοῖς καὶ εἰς φυγὴν ἔτρεψα. κἂν κατώρθωτό μοι κατὰ τὴν ἡμέραν ἐκείνην πρᾶξις μὴ ἐμποδὼν γενομένου δαίμονός τινος: [403] γὰρ ἵππος, ἐφ᾽ τὴν μάχην ἐποιούμην, εἰς τελματώδη τόπον ἐμπεσὼν συγκατήνεγκέ με ἐπὶ τοὔδαφος. θραύσεως δὲ τῶν ἄρθρων γενομένης ἐπὶ τὸν ταρσὸν τῆς χειρὸς ἐκομίσθην εἰς κώμην Κεφαρνωκὸν λεγομένην. [404] οἱ δὲ ταῦτ᾽ ἀκούσαντες καὶ δεδοικότες, μή τι χεῖρον ἔπαθον, τῆς μὲν ἐπὶ πλέον διώξεως ἀπέσχοντο, ὑπέστρεφον δὲ περὶ ἐμὲ λίαν ἀγωνιῶντες. μεταπεμψάμενος οὖν ἰατροὺς καὶ θεραπευθεὶς τὴν ἡμέραν ἐκείνην αὐτοῦ κατέμεινα πυρέξας, δόξαν τε τοῖς ἰατροῖς τῆς νυκτὸς εἰς Ταριχέας μετεκομίσθην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: