previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[299]

Ταῦτ᾽ εἰπόντος, οἱ μὲν περὶ τὸν Ἰωνάθην ἡσύχασαν, δὲ δῆμος ἔτι μᾶλλον κατ᾽ αὐτῶν παρωξύνθη φανερὰν ἐπιδεικνυμένων τὴν ἄδικον πρὸς ἐμὲ δυσμένειαν. [300] συνιδὼν δὲ τὴν μεταβολὴν αὐτῶν Ἰησοῦς τὸν μὲν δῆμον ἐκέλευεν ἀναχωρεῖν, προσμεῖναι δὲ τὴν βουλὴν ἠξίωσεν: οὐ γὰρ δύνασθαι θορυβουμένους περὶ πραγμάτων τοιούτων τὴν ἐξέτασιν ποιεῖσθαι. [301] τοῦ δὲ δήμου βοῶντος μὴ καταλείψειν παρ᾽ αὐτοῖς ἐμὲ μόνον, ἧκέν τις ἀγγέλλων κρύφα τοῖς περὶ τὸν Ἰησοῦν Ἰωάννην μετὰ τῶν ὁπλιτῶν πλησιάζειν. καὶ οἱ περὶ τὸν Ἰωνάθην οὐκέτι κατασχόντες αὑτούς, τάχα καὶ τοῦ θεοῦ προνοοῦντος τῆς ἐμῆς σωτηρίας, μὴ γὰρ ἂν γενομένου τούτου πάντως ὑπὸ τοῦ Ἰωάννου διεφθάρην, [302]παύσασθε, ἔφη, Τιβεριεῖς, τὴν ζήτησιν εἴκοσι χρυσῶν ἕνεκεν: διὰ τούτους μὲν γὰρ οὐκ ἄξιός ἐστιν Ἰώσηπος ἀποθανεῖν, ὅτι δὲ τυραννεῖν ἐπεθύμησεν καὶ τὰ τῶν Γαλιλαίων πλήθη λόγοις ἀπατήσας τὴν ἀρχὴν αὑτῷ κατεκτήσατο.” ταῦτα λέγοντος εὐθύς μοι τὰς χεῖρας ἐπέβαλον ἀναιρεῖν τ᾽ ἐπειρῶντο. [303] ὡς δ᾽ εἶδον οἱ σὺν ἐμοὶ τὸ γιγνόμενον, σπασάμενοι τὰς μαχαίρας καὶ παίειν ἀπειλήσαντες, εἰ βιάζοιντο, τοῦ τε δήμου λίθους ἀραμένου καὶ βάλλειν ἐπὶ τὸν Ἰωνάθην ὁρμήσαντος ἐξαρπάζουσί με τῆς τῶν πολεμίων βίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: