Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[17]
Καταλαμβάνω δ᾽ ἤδη νεωτερισμῶν ἀρχὰς καὶ πολλοὺς ἐπὶ
τῇ Ῥωμαίων ἀποστάσει μέγα φρονοῦντας. καταστέλλειν οὖν ἐπειρώμην
τοὺς στασιώδεις καὶ μετανοεῖν ἔπειθον ποιησαμένους πρὸ
ὀφθαλμῶν πρὸς οὓς πολεμήσουσιν, ὅτι Ῥωμαίων οὐ κατ᾽ ἐμπειρίαν
μόνον πολεμικήν, ἀλλὰ καὶ κατ᾽ εὐτυχίαν ἐλαττοῦνται:
[18]
καὶ μὴ προπετῶς
καὶ παντάπασιν ἀνοήτως πατρίσι καὶ γενεαῖς καὶ σφίσιν
αὐτοῖς τὸν περὶ τῶν ἐσχάτων κακῶν κίνδυνον ἐπάγειν.
[19]
ταῦτα δ᾽
ἔλεγον καὶ λιπαρῶς ἐνεκείμην ἀποτρέπων, δυστυχέστατον ἡμῖν τοῦ
πολέμου τὸ τέλος γενήσεσθαι προορώμενος. οὐ μὴν ἔπεισα: πολὺ
γὰρ ἡ τῶν ἀπονοηθέντων ἐπεκράτησεν μανία.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.