previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[185]

Ἰώσηπος δὲ τῆς ἰατρίνης πολλοὺς νεανίσκους θρασεῖς προτρεψάμενος αὐτῷ συνάρασθαι καὶ ἐπαναστὰς τοῖς ἐν Γάμαλα πρώτοις ἔπειθεν αὐτοὺς ἀφίστασθαι τοῦ βασιλέως καὶ ἀναλαβεῖν τὰ ὅπλα ὡς διὰ τούτων τὴν ἐλευθερίαν ἀποληψομένους. καὶ τινὰς μὲν ἐβιάσαντο, τοὺς δὲ μὴ συναρεσκομένους αὐτῶν ταῖς γνώμαις ἀνῄρουν. [186] κτείνουσι δὲ καὶ Χάρητα, καὶ μετ᾽ αὐτοῦ τινα τῶν συγγενῶν Ἰησοῦν καὶ Ἰούστου δὲ τοῦ Τιβεριέως ἀδελφὴν ἀνεῖλον, καθὼς ἤδη προείπομεν, γράφουσι δὲ καὶ πρός με παρακαλοῦντες πέμψαι καὶ δύναμιν αὐτοῖς ὁπλιτῶν καὶ τοὺς ἀναστήσοντας αὐτῶν τῇ πόλει τείχη. [187] κἀγὼ πρὸς οὐδέτερον ἀντεῖπον ὧν ἠξίωσαν. ἀφίσταται δὲ τοῦ βασιλέως καὶ Γαυλανῖτις χώρα μέχρι κώμης Σολύμης. Σελευκείᾳ δὲ καὶ Σωγάνῃ φύσει κώμαις ὀχυρωτάταις ᾠκοδόμησα τείχη, τάς τε κατὰ τὴν ἄνω Γαλιλαίαν κώμας καὶ πάνυ πετρώδεις οὔσας ἐτείχισα παραπλησίως. [188] ὀνόματα δ᾽ αὐταῖς Ἰάμνια Ἀμηρὼθ Ἀχαράβη. ὠχύρωσα δὲ καὶ τὰς ἐν τῇ κάτω Γαλιλαίᾳ πόλεις μὲν Ταριχέας Τιβεριάδα Σέπφωριν, κώμας δὲ Ἀρβήλων σπήλαιον, Βηρσουβαί, Σελαμήν, Ἰωτάπατα, Καφαραθ᾽ κωμος1 σωγαναι παφα καὶ τὸ Ἰταβύριον ὄρος. εἰς ταύτας καὶ σῖτον ἀπεθέμην πολὺν καὶ ὅπλα πρὸς ἀσφάλειαν τὴν μετὰ ταῦτα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: