Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[102]
Οἱ δὲ Γαλιλαῖοι, πολλοὶ γὰρ ἕτεροι πάλιν ἐκ τῆς χώρας
πάσης ἀνήχθησαν μεθ᾽ ὅπλων, εἰδότες τὸν ἄνθρωπον ὡς πονηρός
ἐστιν καὶ ἐπίορκος, παρεκάλουν ἀγαγεῖν σφᾶς ἐπ᾽ αὐτόν, ἄρδην
ἀφανίσειν ἐπαγγελλόμενοι σὺν αὐτῷ καὶ τὰ Γίσχαλα.
[103]
χάριν μὲν
οὖν ἔχειν αὐτῶν ταῖς προθυμίαις ὡμολόγουν ἐγὼ καὶ νικήσειν αὐτῶν
τὴν εὔνοιαν ἐπηγγελλόμην, παρεκάλουν δ᾽ ὅμως ἐπισχεῖν αὐτοὺς
ἀξιῶν καὶ συγγινώσκειν μοι δεόμενος προῃρημένῳ τὰς ταραχὰς
χωρὶς φόνων καταστέλλειν. καὶ πείσας τὸ πλῆθος τῶν Γαλιλαίων
εἰς τὴν Σέπφωριν ἀφικνούμην.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.