Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[84]
Τοσαύτη δ᾽ ἦν ἡ πρός με τοῦ πλήθους τῶν Γαλιλαίων
εὔνοια καὶ πίστις, ὥστε ληφθεισῶν αὐτῶν κατὰ κράτος τῶν πόλεων,
γυναικῶν δὲ καὶ τέκνων ἀνδραποδισθέντων, οὐχ οὕτως ταῖς ἑαυτῶν
ἐπεστέναξαν συμφοραῖς, ὥσπερ τῆς ἐμῆς ἐφρόντισαν σωτηρίας.
[85]
ταῦτα δ᾽ ὁρῶν Ἰωάννης ἐφθόνησε, καὶ γράφει πρός με παρακαλῶν
ἐπιτρέψαι καταβάντι χρήσασθαι τοῖς ἐν Τιβεριάδι θερμοῖς ὕδασι
τῆς τοῦ σώματος ἕνεκα θεραπείας.
[86]
κἀγὼ μηδὲν ὑποπτεύσας πράξειν
αὐτὸν πονηρὸν οὐκ ἐκώλυσα: πρὸς δὲ καὶ τοῖς τῆς Τιβεριάδος
τὴν διοίκησιν ὑπ᾽ ἐμοῦ πεπιστευμένοις κατ᾽ ὄνομα γράφω κατάλυσιν
ἑτοιμάσαι τῷ Ἰωάννῃ καὶ τοῖς ἀφιξομένοις σὺν αὐτῷ πάντων
τε [τῶν ἐπιτηδείων] ἀφθονίαν παρασχεῖν. διέτριβον δὲ κατὰ τὸν
καιρὸν ἐκεῖνον ἐν κώμῃ τῆς Γαλιλαίας, ἣ προσαγορεύεται Κανά.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.