previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[62]

Ἐπεὶ δ᾽ εἰς τὴν Γαλιλαίαν ἀφικόμην ἐγὼ καὶ ταῦτα παρὰ τῶν ἀπαγγειλάντων ἔμαθον, γράφω τῷ συνεδρίῳ τῶν Ἱεροσολυμιτῶν περὶ τούτων καὶ τί με πράττειν κελεύουσιν ἐρωτῶ. οἱ δὲ προσμεῖναι παρεκάλεσαν καὶ τοὺς συμπρέσβεις. εἰ θέλοιεν, κατασχόντα πρόνοιαν ποιήσασθαι τῆς Γαλιλαίας. [63] οἱ δὲ συμπρέσβεις εὐπορήσαντες πολλῶν χρημάτων ἐκ τῶν διδομένων αὐτοῖς δεκατῶν, ἃς ὄντες ἱερεῖς ὀφειλομένας ἀπελάμβανον, εἰς τὴν οἰκείαν ὑποστρέφειν ἔκριναν. ἐμοῦ δ᾽ αὐτοὺς προσμεῖναι παρακαλέσαντος ἕως οὗ τὰ πράγματα καταστήσωμεν, πείθονται. [64] ἄρας οὖν μετ᾽ αὐτῶν ἀπὸ τῆς Σεπφωριτῶν πόλεως εἰς κώμην τινὰ Βηθμαοῦς λεγομένην ἀπέχουσαν Τιβεριάδος στάδια τέσσαρα παραγίνομαι, καὶ πέμψας ἐντεῦθεν πρὸς τὴν Τιβεριέων βουλὴν καὶ τοὺς πρώτους τοῦ δήμου παρεκάλουν ἀφικέσθαι πρός με. [65] καὶ παραγενομένων, ἐληλύθει δὲ σὺν αὐτοῖς καὶ Ιοῦστος, ἔλεγον ὑπὸ τοῦ κοινοῦ τῶν Ἱεροσολυμιτῶν πρεσβεύσων μετὰ τούτων πεπόμφθαι πρὸς αὐτούς, πείσων καθαιρεθῆναι τὸν οἶκον τὸν ὑπὸ Ἡρώδου τοῦ τετράρχου κατασκευασθέντα ζῴων μορφὰς ἔχοντα τῶν νόμων οὕτως τι κατασκευάζειν ἀπαγορευόντων, καὶ παρεκάλουν αὐτοὺς ἐᾶν ἡμᾶς τάχος τοῦτο πράττειν. [66] ἐπὶ πολὺ μὲν οὖν οἱ περὶ τὸν Καπέλλαν καὶ τοὺς πρώτους αὐτῶν ἐπιτρέπειν οὐκ ἤθελον, βιαζόμενοι δ᾽ ὑφ᾽ ἡμῶν συγκατατίθενται. φθάνει δ᾽ Ἰησοῦς τοῦ Σαπφία παῖς, ὃν τῆς τῶν ναυτῶν καὶ τῶν ἀπόρων στάσεως πρῶτον ἔφαμεν ἄρξαι, παραλαβών τινας Γαλιλαίους καὶ τὴν πᾶσαν αὐλὴν ἐμπρήσας, πολλῶν οἰόμενος εὐπορήσειν ἐξ αὐτῆς χρημάτων, ἐπειδή τινας οἴκων ὀροφὰς κεχρυσωμένας εἶδεν. [67] καὶ διήρπασαν πολλὰ παρὰ γνώμην τὴν ἡμετέραν πράξαντες: ἡμεῖς γὰρ μετὰ τὴν πρὸς Καπέλλαν καὶ τοὺς πρώτους Τιβεριέων ὁμιλίαν εἰς τὴν ἄνω Γαλιλαίαν ἀπὸ Βηθμαῶν ἀνεχωρήσαμεν. ἀναιροῦσιν δ᾽ οἱ περὶ τὸν Ἰησοῦν πάντας τοὺς ἐνοικοῦντας Ἕλληνας ὅσοι τε πρὸ τοῦ πολέμου γεγόνεισαν αὐτῶν ἐχθροί.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), TIBE´RIAS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: