previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[199]

Ταῦτα δὲ ἀναγνοὺς Ἀμασίας ἔτι μᾶλλον ἐπὶ τὴν στρατείαν παρωξύνθη τοῦ θεοῦ παρορμῶντος αὐτὸν οἶμαι πρὸς αὐτήν, ἵνα τῶν παρανομηθέντων εἰς αὐτὸν δίκην ἀπολάβῃ. ὡς δ᾽ ἐξήγαγε μετὰ τῆς δυνάμεως ἐπὶ τὸν Ἰώασον καὶ συνάπτειν μάχην ἔμελλον, τὸ Ἀμασίου στράτευμα φόβος αἰφνίδιος καὶ κατάπληξις οἵαν θεὸς οὐκ εὐμενὴς ἐντίθησιν εἰς φυγὴν ἔτρεψε, [200] καὶ πρὶν εἰς χεῖρας ἐλθεῖν διασπαρέντων ὑπὸ τοῦ δέους αὐτῶν μονωθέντα τὸν Ἀμασίαν ληφθῆναι συνέβη πρὸς τῶν πολεμίων αἰχμάλωτον: ἠπείλησε δ᾽ αὐτῷ θάνατον Ἰώασος, εἰ μὴ πείσειε τοὺς Ἱεροσολυμίτας ἀνοίξαντας αὐτῷ τὰς πύλας δέξασθαι μετὰ τῆς στρατιᾶς εἰς τὴν πόλιν. [201] καὶ Ἀμασίας μὲν ὑπὸ ἀνάγκης καὶ τοῦ περὶ τὸ ζῆν δέους ἐποίησεν εἰσδεχθῆναι τὸν πολέμιον: δὲ διακόψας τι τοῦ τείχους ὡς τετρακοσίων πηχῶν ἐφ᾽ ἅρματος εἰσήλασε διὰ τῆς διακοπῆς εἰς Ἱεροσόλυμα τὸν Ἀμασίαν ἄγων αἰχμάλωτον. [202] κύριος δὲ τούτῳ τῷ τρόπῳ γενόμενος τῶν Ἱεροσολυμιτῶν τούς τε τοῦ θεοῦ θησαυροὺς ἀνείλετο καὶ ὅσος ἦν τῷ Ἀμασίᾳ χρυσὸς καὶ ἄργυρος ἐν τοῖς βασιλείοις ἐξεφόρησε, καὶ οὕτως αὐτὸν ἀπολύσας τῆς αἰχμαλωσίας ἀνέζευξεν εἰς Σαμάρειαν. [203] ταῦτα δ᾽ ἐγένετο περὶ τοὺς Ἱεροσολυμίτας ἔτει τετάρτῳ καὶ δεκάτῳ τῆς Ἀμασία βασιλείας, ὃς μετὰ ταῦτα ἐπιβουλευθεὶς ὑπὸ τῶν φίλων φεύγει μὲν εἰς Λάχισαν πόλιν, ἀναιρεῖται δὲ ὑπὸ τῶν ἐπιβούλων πεμψάντων ἐκεῖ τοὺς ἀποκτενοῦντας αὐτόν. καὶ τὸ μὲν σῶμα κομίσαντες εἰς Ἱεροσόλυμα βασιλικῶς ἐκήδευσαν: [204] κατέστρεψε δὲ οὕτως Ἀμασίας τὸν βίον καὶ διὰ τὸν νεωτερισμὸν τῆς πρὸς τὸν θεὸν ὀλιγωρίας, βιώσας μὲν ἔτη τέσσαρα καὶ πεντήκοντα βασιλεύσας δὲ ἐννέα καὶ εἴκοσι. διαδέχεται δ᾽ αὐτὸν παῖς Ὀζίας τοὔνομα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: