previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[173]

Εἰκοστῷ δὲ καὶ πρώτῳ τῆς Ἰωάσου βασιλείας παρέλαβε τὴν τῶν Ἰσραηλιτῶν ἡγεμονίαν Ἰώαζος τοῦ Ἰηοῦδος υἱὸς ἐν Σαμαρείᾳ καὶ κατέσχεν αὐτὴν ἔτεσιν ἑπτὰ καὶ δέκα τοῦ μὲν πατρὸς οὐδ᾽ αὐτὸς μιμητὴς γενόμενος, ἀσεβήσας δ᾽ ὅσα καὶ οἱ πρῶτοι τοῦ θεοῦ καταφρονήσαντες. [174] ἐταπείνωσε δ᾽ αὐτὸν καὶ συνέστειλεν ἐκ τῆς τοσαύτης δυνάμεως τῶν Σύρων βασιλεὺς εἰς ὁπλίτας μυρίους καὶ πεντήκοντα ἱππεῖς στρατεύσας ἐπ᾽ αὐτὸν καὶ πόλεις τε μεγάλας καὶ πολλὰς αὐτοῦ ἀφελόμενος καὶ τὴν στρατιὰν αὐτοῦ διαφθείρας. [175] ταῦτα δ᾽ ἔπαθεν τῶν Ἰσραηλιτῶν λαὸς κατὰ τὴν Ἐλισσαίου προφητείαν, ὅτε Ἀζάηλον βασιλεύσειν προεῖπε τῶν Σύρων καὶ Δαμασκηνῶν ἀποκτείναντα τὸν δεσπότην. ὢν δὲ ἐν οὕτως ἀπόροις κακοῖς Ἰώαζος ἐπὶ δέησιν καὶ ἱκετείαν τοῦ θεοῦ κατέφυγε ῥύσασθαι τῶν Ἀζαήλου χειρῶν αὐτὸν παρακαλῶν καὶ μὴ περιϊδεῖν ὑπ᾽ ἐκείνῳ γενόμενον. [176] δὲ θεὸς καὶ τὴν μετάνοιαν ὡς ἀρετὴν ἀποδεχόμενος καὶ νουθετεῖν μᾶλλον τοὺς δυναμένους τελέως μὴ ἀπολλύειν δοκοῦν αὐτῷ, δίδωσιν αὐτῷ τὴν ἐκ τοῦ πολέμου καὶ τῶν κινδύνων ἄδειαν. εἰρήνης δ᾽ χώρα λαβομένη ἀνέδραμέ τε πάλιν εἰς τὴν προτέραν κατάστασιν καὶ εὐθήνησε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: