previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[156]

Τούτων δ᾽ ἕκαστα διατάξας μετὰ τῶν ἑκατοντάρχων καὶ ἡγεμόνων καὶ τοῦ λαοῦ παντὸς ἐκ τοῦ ἱεροῦ παραλαβὼν ἄγει τὸν Ἰώασον εἰς τὸ βασίλειον, καὶ καθίσαντος ἐπὶ τὸν βασιλικὸν θρόνον ἐπευφήμησέ τε τὸ πλῆθος καὶ πρὸς εὐωχίαν τραπέντες ἐπὶ πολλὰς ἑώρτασαν ἡμέρας: μέντοι γε πόλις ἐπὶ τῷ τὴν Ὀθλίαν ἀποθανεῖν ἡσυχίαν ἤγαγεν. [157] ἦν δὲ Ἰώασος ὅτε τὴν βασιλείαν παρέλαβεν ἐτῶν ἑπτά, μήτηρ δὲ ἦν αὐτῷ τὸ μὲν ὄνομα Σαβιὰ πατρίδος δὲ Βηρσαβεέ. πολλὴν δ᾽ ἐποιήσατο τῶν νομίμων φυλακὴν καὶ περὶ τὴν τοῦ θεοῦ θρησκείαν φιλοτιμίαν παρὰ πάντα τὸν χρόνον ὃν Ἰώδας ἐβίωσεν. [158] ἔγημε δὲ καὶ γυναῖκας δύο παρελθὼν εἰς ἡλικίαν δόντος τοῦ ἀρχιερέως, ἐξ ὧν καὶ ἄρρενες αὐτῷ καὶ θήλειαι παῖδες ἐγένοντο. τὰ μὲν οὖν περὶ τοῦ βασιλέως Ἰωάσου, ὡς τὴν τῆς Ὀθλίας ἐπιβουλὴν διέφυγε καὶ τὴν βασιλείαν παρέλαβεν, ἐν τούτοις δεδηλώκαμεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: