previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[150]

Τοῦ δὲ θορύβου καὶ τῶν ἐπαίνων Ὀθλία παρ᾽ ἐλπίδας ἀκούσασα τεταραγμένη σφόδρα τῇ διανοίᾳ μετὰ τῆς ἰδίας ἐξεπήδησε στρατιᾶς ἐκ τοῦ βασιλείου. καὶ παραγενομένην εἰς τὸ ἱερὸν αὐτὴν οἱ μὲν ἱερεῖς εἰσδέχονται, τοὺς δ᾽ ἑπομένους ὁπλίτας εἶρξαν εἰσελθεῖν οἱ περιεστῶτες ἐν κύκλῳ ὑπὸ τοῦ ἀρχιερέως τοῦτο προστεταγμένοι. [151] ἰδοῦσα δὲ Ὀθλία τὸν παῖδα ἐπὶ τῆς σκηνῆς ἑστῶτα καὶ τὸν βασίλειον ἐπικείμενον στέφανον περιρρηξαμένη καὶ δεινὸν ἀνακραγοῦσα φονεύειν ἐκέλευε τὸν ἐπιβουλεύσαντα αὐτῇ καὶ τὴν ἀρχὴν ἀφελέσθαι σπουδάσαντα. Ἰώδας δὲ καλέσας τοὺς ἑκατοντάρχας ἐκέλευσεν αὐτοὺς ἀπαγαγόντας τὴν Ὀθλίαν εἰς τὴν φάραγγα τὴν Κεδρῶνος ἀνελεῖν αὐτὴν ἐκεῖ: μὴ γὰρ βούλεσθαι μιᾶναι τὸ ἱερὸν αὐτόθι τὴν ἀλιτήριον τιμωρησάμενον. [152] προσέταξε δὲ κἂν βοηθῶν τις προσέλθῃ κἀκεῖνον ἀνελεῖν. ἐλλαβόμενοι τοίνυν τῆς Ὀθλίας οἱ προστεταγμένοι τὴν ἀναίρεσιν αὐτῆς ἐπὶ τὴν πύλην τῶν ἡμιόνων τοῦ βασιλέως ἤγαγον κἀκεῖ διεχρήσαντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: