previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[132]

Συναντᾷ δ᾽ αὐτῷ μετὰ τούτους ἀνὴρ ἀγαθὸς καὶ δίκαιος Ἰωνάδαβος ὄνομα φίλος αὐτῷ πάλαι γεγονώς, ὃς ἀσπασάμενος αὐτὸν ἐπαινεῖν ἤρξατο τῷ πάντα κατὰ βούλησιν πεποιηκέναι τοῦ θεοῦ τὴν οἰκίαν ἐξαφανίσας τὴν Ἀχάβου. [133] Ἰηοῦς δὲ ἀναβάντα ἐπὶ τὸ ἅρμα συνεισελθεῖν αὐτὸν εἰς Σαμάρειαν παρεκάλει λέγων ἐπιδείξειν, πῶς οὐδενὸς φείσεται πονηροῦ, ἀλλὰ καὶ τοὺς ψευδοπροφήτας καὶ τοὺς ψευδιερεῖς καὶ τοὺς ἐξαπατήσαντας τὸ πλῆθος, ὡς τὴν μὲν τοῦ μεγίστου θεοῦ θρησκείαν ἐγκαταλιπεῖν τοὺς δὲ ξενικοὺς προσκυνεῖν, τιμωρήσεται: κάλλιστον δ᾽ εἶναι θεαμάτων καὶ ἥδιστον ἀνδρὶ χρηστῷ καὶ δικαίῳ κολαζομένους πονηρούς. [134] τούτοις πεισθεὶς Ἰωνάδαβος ἀναβὰς εἰς τὸ ἅρμα εἰς Σαμάρειαν παραγίνεται. ἀναζητήσας δὲ πάντας τοὺς Ἀχάβου συγγενεῖς Ἰηοῦς ἀποκτείνει. βουλόμενος δὲ μηδένα τῶν ψευδοπροφητῶν μηδ᾽ ἱερέων τῶν Ἀχάβου θεῶν τὴν τιμωρίαν διαφυγεῖν ἀπάτῃ καὶ δόλῳ πάντας αὐτοὺς συνέλαβεν: [135] ἀθροίσας γὰρ τὸν λαὸν ἔφη βούλεσθαι διπλασίονας ὧν Ἄχαβος εἰσηγήσατο θεῶν προσκυνεῖν καὶ τοὺς ἐκείνων ἱερεῖς καὶ προφήτας ἠξίου καὶ δούλους αὐτῶν παρεῖναι: θυσίας γὰρ πολυτελεῖς καὶ μεγάλας ἐπιτελεῖν μέλλειν τοῖς Ἀχάβου θεοῖς: τὸν δ᾽ ἀπολειφθέντα τῶν ἱερέων θανάτῳ ζημιώσειν. δὲ θεὸς Ἀχάβου Βαὰλ ἐκαλεῖτο. [136] τάξας δὲ ἡμέραν, καθ᾽ ἣν ἔμελλε ποιήσειν τὰς θυσίας διέπεμπεν ἀνὰ πᾶσαν τὴν Ἰσραηλιτῶν χώραν τοὺς ἄξοντας πρὸς αὐτὸν τοὺς ἱερεῖς τοῦ Βαάλ. ἐκέλευσε δ᾽ Ἰηοῦς τῷ ἱερεῖ δοῦναι πᾶσιν ἐνδύματα: λαβόντων δὲ παρελθὼν εἰς τὸν οἶκον μετὰ τοῦ φίλου Ἰωναδάβου μή τις ἐν αὐτοῖς ἀλλόφυλος εἴη καὶ ξένος ἐρευνῆσαι προσέταξεν: οὐ βούλεσθαι γὰρ τοῖς ἱεροῖς αὐτῶν ἀλλότριον παρατυγχάνειν. [137] τῶν δὲ εἰπόντων μὲν οὐδένα παρεῖναι ξένον καταρξαμένων δὲ τῶν θυσιῶν περιέστησεν ὀγδοήκοντα τὸν ἀριθμὸν ἄνδρας, οὓς ᾔδει πιστοτάτους τῶν ὁπλιτῶν, κελεύσας αὐτοῖς ἀποκτεῖναι τοὺς ψευδοπροφήτας καὶ νῦν τοῖς πατρίοις ἔθεσι τιμωρεῖν πολὺν ἤδη χρόνον ὠλιγωρημένοις, ὑπὲρ τῶν διαφυγόντων τὰς ἐκείνων ἀφαιρεθήσεσθαι ψυχὰς ἀπειλήσας. [138] οἱ δὲ τούς τε ἄνδρας ἅπαντας κατέσφαξαν καὶ τὸν οἶκον τοῦ Βαὰλ ἐμπρήσαντες ἐκάθηραν οὕτως ἀπὸ τῶν ξενικῶν ἐθισμῶν τὴν Σαμάρειαν. οὗτος Βαὰλ Τυρίων ἦν θεός. Ἄχαβος δὲ τῷ πενθερῷ βουλόμενος χαρίσασθαι Εἰθωβάλῳ Τυρίων ὄντι βασιλεῖ καὶ Σιδωνίων ναόν τε αὐτῷ κατεσκεύασεν ἐν Σαμαρείᾳ καὶ προφήτας ἀπέδειξε καὶ πάσης θρησκείας ἠξίου. [139] ἀφανισθέντος δὲ τούτου τοῦ θεοῦ τὰς χρυσᾶς δαμάλεις προσκυνεῖν τοῖς Ἰσραηλίταις Ἰηοῦς ἐπέτρεψε. ταῦτα δὲ διαπραξαμένῳ καὶ προνοήσαντι τῆς κολάσεως τῶν ἀσεβῶν θεὸς διὰ τοῦ προφήτου προεῖπεν ἐπὶ τέσσαρας γενεὰς τοὺς παῖδας αὐτοῦ βασιλεύσειν τῶν Ἰσραηλιτῶν. καὶ τὰ μὲν περὶ Ἰηοῦν ἐν τούτοις ὑπῆρχεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: