previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[18]

δ᾽ Ἀχάβου παῖς Ὀχοζίας ἐβασίλευε τῶν Ἰσραηλιτῶν ἐν Σαμαρείᾳ ποιούμενος τὴν δίαιταν, πονηρὸς ὢν καὶ πάντα ὅμοιος τοῖς γονεῦσιν ἀμφοτέροις καὶ Ἱεροβοάμῳ τῷ πρώτῳ παρανομήσαντι καὶ τὸν λαὸν ἀπατᾶν ἀρξαμένῳ. [19] τὴν δὲ βασιλείαν ἔτος ἤδη δεύτερον ἔχοντος τῶν Μωαβιτῶν ἀφίσταται βασιλεὺς αὐτοῦ καὶ τοὺς φόρους, οὓς ἔμπροσθεν ἐτέλει τῷ πατρὶ αὐτοῦ Ἀχάβῳ, χορηγῶν ἐπαύσατο. συνέβη δὲ τὸν Ὀχοζίαν καταβαίνοντα ἀπὸ τοῦ τέγους τῆς οἰκίας κατενεχθῆναι καὶ νοσήσαντα πέμψαι πρὸς τὴν Ἀκκάρων θεὸν Μυῖαν, τοῦτο γὰρ ἦν ὄνομα τῇ θεῷ, πυνθάνεσθαι περὶ τῆς σωτηρίας. [20] φανεὶς δὲ τῶν Ἑβραίων θεὸς Ἠλίᾳ τῷ προφήτῃ προσέταξεν αὐτῷ τοῖς πεμφθεῖσιν ἀγγέλοις ὑπαντήσαντι πυνθάνεσθαι αὐτῶν, εἰ θεὸν Ἰσραηλιτῶν λαὸς ἴδιον οὐκ ἔχει, ὅτι πέμπει πρὸς τὸν ἀλλότριον βασιλεὺς αὐτῶν περὶ τῆς σωτηρίας ἐρησομένους, κελεῦσαί τε αὐτοὺς ὑποστρέψαι καὶ φράσαι τῷ βασιλεῖ, ὅτι μὴ διαφεύξεται τὴν νόσον. [21] τοῦ δὲ Ἠλία ποιήσαντος προσέταξεν θεὸς ἀκούσαντες οἱ ἄγγελοι τὰ παρ᾽ αὐτοῦ παραχρῆμα ὑπέστρεψαν πρὸς τὸν βασιλέα. θαυμάζοντος δὲ τὸ τάχος τῆς ἐπανόδου καὶ τὴν αἰτίαν ἐρωτήσαντος ἔφασαν ἀπαντῆσαί τινα αὐτοῖς ἄνθρωπον καὶ κωλῦσαι μὲν προσωτέρω χωρεῖν, ἀναστρέψαντας δέ σοι λέγειν ἐξ ἐντολῆς τοῦ Ἰσραηλιτῶν θεοῦ, ὅτικάκιον ἕξει νόσος.’ [22] τοῦ δὲ βασιλέως σημαίνειν αὐτῷ τὸν ταῦτ᾽ εἰρηκότα κελεύσαντος, ἄνθρωπον ἔλεγον δασὺν καὶ ζώνην περιειλημμένον δερματίνην. συνεὶς δὲ ἐκ τούτων Ἠλίαν εἶναι τὸν σημαινόμενον ὑπὸ τῶν ἀγγέλων πέμψας πρὸς αὐτὸν ταξίαρχον καὶ πεντήκοντα ὁπλίτας ἀχθῆναι αὐτὸν ἐκέλευσεν. [23] εὑρὼν δὲ τὸν Ἠλίαν πεμφθεὶς ταξίαρχος ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους καθεζόμενον καταβάντα ἥκειν ἐκέλευε πρὸς τὸν βασιλέα: κελεύειν γὰρ τοῦτο ἐκεῖνον: εἰ δὲ μὴ θελήσειεν, ἄκοντα βιάσεσθαι. δὲ εἰπὼν πρὸς αὐτὸν ἐπὶ πείρᾳ τοῦ προφήτης ἀληθὴς ὑπάρχειν εὔξεσθαι πῦρ ἀπ᾽ οὐρανοῦ πεσὸν ἀπολέσαι τούς τε στρατιώτας καὶ αὐτὸν εὔχεται, καὶ πρηστὴρ κατενεχθεὶς διαφθείρει τόν τε ταξίαρχον καὶ τοὺς σὺν αὐτῷ. [24] τῆς δὲ ἀπωλείας τῆς τούτων δηλωθείσης τῷ βασιλεῖ παροξυνθεὶς ἄλλον ταξίαρχον πέμπει ἐπὶ τὸν Ἠλίαν σὺν ὁπλίταις τοσούτοις, ὅσοις καὶ τὸν πρότερον συναπέστειλεν. ἀπειλήσαντος δὲ καὶ τούτου τῷ προφήτῃ βίᾳ λαβόντα ἄξειν αὐτὸν εἰ μὴ κατέλθοι βουλόμενος, εὐξαμένου κατ᾽ αὐτοῦ πῦρ διεχρήσατο καθὼς καὶ τὸν πρὸ αὐτοῦ ταξίαρχον. [25] πυνθανόμενος δὲ καὶ τὰ περὶ τοῦτον βασιλεὺς τρίτον ἐξέπεμψεν. δὲ φρόνιμος ὢν καὶ λίαν ἐπιεικὴς τὸ ἦθος ἐλθὼν ἐπὶ τὸν τόπον, οὗ συνέβαινεν εἶναι τὸν Ἠλίαν, φιλοφρόνως προσεῖπεν αὐτόν: γινώσκειν δ᾽ ἔλεγεν, ὅτι μὴ βουλόμενος βασιλικῷ διακονῶν προστάγματι παρείη πρὸς αὐτόν, καὶ οἱ πρὸ αὐτοῦ πεμφθέντες οὐχ ἑκόντες ἀλλὰ κατὰ τὴν αὐτὴν αἰτίαν ἦλθον: ἐλεῆσαι τοιγαροῦν αὐτὸν ἠξίου τούς τε σὺν αὐτῷ παρόντας ὁπλίτας καὶ καταβάντα ἕπεσθαι πρὸς τὸν βασιλέα. [26] ἀποδεξάμενος δὲ τὴν δεξιότητα τῶν λόγων καὶ τὸ ἀστεῖον τοῦ ἤθους Ἠλίας καταβὰς ἠκολούθησε. παραγενόμενος δὲ πρὸς τὸν βασιλέα προεφήτευσεν αὐτῷ καὶ τὸν θεὸν ἐδήλου λέγειν: ‘ἐπειδὴ κατέγνως μὲν αὐτοῦ ὡς οὐκ ὄντος θεοῦ καὶ περὶ τῆς νόσου οὐ τἀληθὲς προειπεῖν δυναμένου, πρὸς δὲ τὸν Ἀκκαρωνιτῶν ἔπεμπες παρ᾽ αὐτοῦ πυνθανόμενος ποδαπὸν ἔσται σοι τῆς νόσου τέλος, γίνωσκε ὅτι τεθνήξῃ.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: