previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[258]

Ἀπέθανε δ᾽ ὑπὸ τὸν αὐτὸν καιρὸν καὶ τῶν Ἰσραηλιτῶν βασιλεὺς Φακέας ἐπιβουλεύσαντος αὐτῷ φίλου τινὸς Ὠσήου ὄνομα, ὃς κατασχὼν τὴν βασιλείαν ἐπ᾽ ἔτη ἐννέα πονηρός τε ἦν καὶ τῶν πρὸς τὸν θεὸν ὀλίγωρος. [259] στρατεύει δ᾽ ἐπ᾽ αὐτὸν τῶν Ἀσσυρίων βασιλεὺς Σαλμανάσσας καὶ κρατήσας αὐτοῦ, τὸν γὰρ θεὸν οὐκ εἶχεν Ὠσῆος εὐμενῆ, καὶ σύμμαχον ἐποιήσατο καὶ φόρους ἐπέταξεν αὐτῷ τελεῖν ὡρισμένους. [260] ἔτει δὲ τετάρτῳ Ὠσήου τῆς βασιλείας ἐβασίλευσεν Ἐζεκίας ἐν Ἱεροσολύμοις Ἀχάζου υἱὸς καὶ Ἀβίας ἀστῆς τὸ γένος. φύσις δ᾽ ἦν αὐτῷ χρηστὴ καὶ δικαία καὶ εὐσεβής: οὐδὲν γὰρ ἄλλο πρῶτον εἰς τὴν βασιλείαν παρελθὼν οὐδ᾽ ἀναγκαιότερον οὐδὲ συμφορώτερον αὑτῷ τε καὶ τοῖς ἀρχομένοις ὑπέλαβε τοῦ θρησκεύειν τὸν θεόν, ἀλλὰ συγκαλέσας τὸν λαὸν καὶ τοὺς ἱερεῖς καὶ τοὺς Ληουίτας ἐδημηγόρησεν ἐν αὐτοῖς λέγων: [261]οὐκ ἀγνοεῖτε μέν, ὡς διὰ τὰς τοῦ πατρὸς ἁμαρτίας τοὐμοῦ παραβάντος τὴν πρὸς θεὸν ὁσίαν καὶ τιμὴν πολλῶν ἐπειράθητε καὶ μεγάλων κακῶν, διαφθαρέντες ὑπ᾽ αὐτοῦ τὴν διάνοιαν καὶ ἀναπεισθέντες οὓς αὐτὸς ἐδοκίμαζεν εἶναι θεοὺς τούτοις προσκυνεῖν: [262] παραινῶ δὲ ὑμῖν ἔργῳ μεμαθηκότας, ὡς ἔστι δεινὸν τὸ ἀσεβεῖν, τούτου μὲν ἤδη λήθην ποιήσασθαι, καθᾶραι δ᾽ αὑτοὺς ἐκ τῶν προτέρων μιασμάτων τούς τε ἱερεῖς καὶ Ληουίτας καὶ συνελθόντας οὕτως ἀνοῖξαι τὸ ἱερόν, καὶ καθάραντας αὐτὸ ταῖς ἐξ ἔθους θυσίαις εἰς τὴν ἀρχαίαν καὶ πάτριον ἀνακαλέσασθαι τιμήν. οὕτως γὰρ τὸν θεὸν εὐμενῆ ποιήσαιμεν ἀφέντα τὴν ὀργήν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: