previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[252]

Ἄχαζος δ᾽ βασιλεὺς ταῦτα παθὼν ὑπὸ τῶν Ἰσραηλιτῶν πέμψας πρὸς τὸν τῶν Ἀσσυρίων βασιλέα Θαγλαθφαλλασάρην συμμαχίαν αὐτὸν παρασχεῖν παρεκάλει πρὸς τὸν πόλεμον τὸν πρὸς τοὺς Ἰσραηλίτας καὶ Σύρους καὶ Δαμασκηνοὺς χρήματα πολλὰ δώσειν ὑπισχνούμενος, ἔπεμψε δ᾽ αὐτῷ καὶ λαμπρὰς δωρεάς. [253] δὲ τῶν πρέσβεων ἀφικομένων ὡς αὐτὸν ἧκε σύμμαχος Ἀχάζῳ, καὶ στρατεύσας ἐπὶ τοὺς Σύρους τήν τε χώραν αὐτῶν ἐπόρθησε καὶ τὴν Δαμασκὸν κατὰ κράτος εἷλε καὶ τὸν βασιλέα Ἀρασὴν ἀπέκτεινε. τοὺς δὲ Δαμασκηνοὺς ἀπῴκισεν εἰς τὴν ἄνω Μηδίαν καὶ ἐκ τῶν ἐθνῶν τῶν Ἀσσυρίων μεταστήσας τινὰς εἰς τὴν Δαμασκὸν κατῴκισε. [254] τὴν δὲ τῶν Ἰσραηλιτῶν γῆν κακώσας πολλοὺς ἐξ αὐτῆς αἰχμαλώτους συνέλαβε. ταῦτ᾽ αὐτοῦ διαπραξαμένου τοὺς Σύρους βασιλεὺς ἄρας τὸν χρυσὸν ὃς ἦν ἐν τοῖς βασιλικοῖς θησαυροῖς καὶ τὸν ἄργυρον τὸν ἐν τῷ ναῷ τοῦ θεοῦ καὶ εἴ τι κάλλιστον ἀνάθημα, τοῦτο βαστάσας ἧκεν ἔχων εἰς Δαμασκὸν καὶ ἔδωκε τῷ τῶν Ἀσσυρίων βασιλεῖ κατὰ τὰς ὁμολογίας: καὶ πάντων αὐτῷ χάριν ἔχειν ὁμολογήσας ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. [255] ἦν δ᾽ οὕτως ἀνόητος καὶ τοῦ συμφέροντος ἀσυλλόγιστος βασιλεὺς, ὥστε οὐδὲ πολεμούμενος ὑπὸ τῶν Σύρων ἐπαύσατο τοὺς θεοὺς αὐτῶν προσκυνῶν, ἀλλὰ διετέλει τούτους σεβόμενος ὡς παρεξομένους αὐτῷ τὴν νίκην. [256] ἡττηθεὶς δὲ πάλιν τοὺς Ἀσσυρίων ἤρξατο τιμᾶν θεοὺς καὶ πάντας ἐῴκει μᾶλλον τιμήσων τὸν πατρῷον καὶ ἀληθῶς θεόν, ὃς αὐτῷ καὶ τῆς ἥττης ὀργιζόμενος ἦν αἴτιος. [257] ἐπὶ τοσοῦτον δ᾽ ὀλιγωρίας καὶ καταφρονήσεως ἦλθεν, ὡς καὶ τέλεον ἀποκλεῖσαι τὸν ναὸν καὶ τὰς νενομισμένας ἀπαγορεῦσαι θυσίας ἐπιφέρειν καὶ περιδῦσαι τῶν ἀναθημάτων αὐτόν. ταῦθ᾽ ὑβρίσας τὸν θεὸν ἐτελεύτησεν ἔτη μὲν βιώσας ἓξ καὶ τριάκοντα, βασιλεύσας δ᾽ ἐξ αὐτῶν ἑκκαίδεκα, τὸν δ᾽ υἱὸν Ἐζεκίαν διάδοχον καταλιπών.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: