previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἰωσαφάτῃ δὲ τῷ βασιλεῖ παραγενομένῳ εἰς Ἱεροσόλυμα ἀπὸ τῆς συμμαχίας τῆς πρὸς Ἄχαβον τὸν τῶν Ἰσραηλιτῶν βασιλέα, ἣν Ἄδερι τῷ Σύρων πολεμοῦντι βασιλεῖ παρασχὼν ἦν ὡς προειρήκαμεν, Ἰηοῦς προφήτης συντυχὼν ᾐτιᾶτο τῆς πρὸς Ἄχαβον συμμαχίας ἄνθρωπον ἀσεβῆ καὶ πονηρόν: τὸν γὰρ θεὸν ἀηδῶς μὲν ἐπὶ τούτῳ διατεθῆναι, ῥύσασθαι μέντοι καίπερ ἡμαρτηκότα διὰ τὴν ἰδίαν αὐτοῦ φύσιν οὖσαν ἀγαθὴν ἔλεγεν ἐκ τῶν πολεμίων. [2] καὶ τότε μὲν ἐπ᾽ εὐχαριστίας καὶ θυσίας βασιλεὺς τρέπεται τοῦ θεοῦ: μετὰ ταῦτα δὲ τὴν χώραν ὥρμησεν περιερχόμενος ἐν κύκλῳ πᾶσαν ὅσης αὐτὸς ἐπῆρχε τὸν λαὸν ἐκδιδάσκειν τά τε νόμιμα τὰ διὰ Μωσήους ὑπὸ θεοῦ δοθέντα καὶ τὴν εὐσέβειαν τὴν πρὸς αὐτόν. [3] καὶ δικαστὰς ἀποδείξας ἐν ἑκάστῃ πόλει τῶν βασιλευομένων ὑπ᾽ αὐτοῦ παρεκελεύσατο μηδενὸς οὕτως ὡς τοῦ δικαίου προνοουμένους κρίνειν τοῖς ὄχλοις μήτε δώρων μήτε ἀξιώματος τῶν ἐν ὑπεροχῇ διὰ πλοῦτον γένος εἶναι δοκούντων, βραβεύειν δὲ ἅπασι τὸ ἴσον ἐπισταμένους, ὅτι καὶ τῶν κρύφα πραττομένων ἕκαστον θεὸς βλέπει. [4] ταῦτα διδάξας κατὰ πόλιν ἑκάστην τῶν δύο φυλῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα, κατέστησε δὲ καὶ ἐν τούτοις κριτὰς ἐκ τῶν ἱερέων καὶ τῶν Ληουιτῶν καὶ τῶν τὰ πρῶτα τοῦ πλήθους φερομένων παραινέσας ἐπιμελεῖς καὶ δικαίας ποιεῖσθαι πάσας τὰς κρίσεις: [5] ἂν δὲ περὶ μειζόνων διαφορὰν ἔχοντες τῶν ὁμοφύλων τινὲς ἐκ τῶν ἄλλων πρὸς αὐτοὺς πέμψωσι πόλεων, τούτοις δὲ μετὰ πλείονος σπουδῆς ἀποφαίνεσθαι δικαίως περὶ τῶν πραγμάτων: μάλιστα γὰρ τὰς ἐν ταύτῃ τῇ πόλει κρίσεις, ἐν τόν τε ναὸν εἶναι τοῦ θεοῦ συμβέβηκε καὶ δίαιταν βασιλεὺς ἔχει, προσῆκε σπουδαίας εἶναι καὶ δικαιοτάτας. [6] ἄρχοντας δ᾽ αὐτῶν ἀποδείκνυσιν Ἀμασίαν τὸν ἱερέα καὶ Ζαβαδίαν ἐκ τῆς Ἰούδα φυλῆς ἑκατέρους. καὶ μὲν βασιλεὺς τοῦτον τὸν τρόπον διέτασσε τὰ πράγματα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: