previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[225]

τοίνυν Ἱεροβόαμος οἰκοδομήσας βασίλειον ἐν Σικίμῃ πόλει ἐν ταύτῃ τὴν δίαιταν εἶχε, κατεσκεύασε δὲ καὶ ἐν Φανουὴλ πόλει λεγομένῃ. μετ᾽ οὐ πολὺ δὲ τῆς σκηνοπηγίας ἑορτῆς ἐνίστασθαι μελλούσης λογισάμενος, ὡς ἐὰν ἐπιτρέψῃ τῷ πλήθει προσκυνῆσαι τὸν θεὸν εἰς Ἱεροσόλυμα πορευθέντι καὶ ἐκεῖ τὴν ἑορτὴν διαγαγεῖν, μετανοῆσαν ἴσως καὶ δελεασθὲν ὑπὸ τοῦ ναοῦ καὶ τῆς θρησκείας τῆς ἐν αὐτῷ τοῦ θεοῦ καταλείψει μὲν αὐτόν, προσχωρήσει δὲ τῷ πρώτῳ βασιλεῖ, καὶ κινδυνεύσει τούτου γενομένου τὴν ψυχὴν ἀποβαλεῖν, ἐπιτεχνᾶταί τι τοιοῦτον: [226] δύο ποιήσας δαμάλεις χρυσᾶς καὶ οἰκοδομήσας ναΐσκους τοσούτους ἕνα μὲν ἐν Βηθήλῃ πόλει, τὸν ἕτερον δὲ ἐν Δάνῃ, δ᾽ ἐστὶ πρὸς ταῖς πηγαῖς τοῦ μικροῦ Ἰορδάνου, τίθησι τὰς δαμάλεις ἐν ἑκατέρῳ τῶν ἐν ταῖς προειρημέναις πόλεσι ναΐσκων, καὶ συγκαλέσας τὰς δέκα φυλὰς ὧν αὐτὸς ἦρχεν ἐδημηγόρησε τούτους ποιησάμενος τοὺς λόγους: [227]ἄνδρες ὁμόφυλοι, γινώσκειν ὑμᾶς νομίζω τοῦτο, ὅτι πᾶς τόπος ἔχει τὸν θεὸν καὶ οὐκ ἔστιν ἓν ἀποδεδειγμένον χωρίον ἐν πάρεστιν, ἀλλὰ πανταχοῦ τε ἀκούει καὶ τοὺς θρησκεύοντας ἐφορᾷ. ὅθεν οὔ μοι δοκεῖ νῦν ἐπείγειν ὑμᾶς εἰς Ἱεροσόλυμα πορευθέντας εἰς τὴν τῶν ἐχθρῶν πόλιν μακρὰν οὕτως ὁδὸν προσκυνεῖν: [228] ἄνθρωπος γὰρ κατεσκεύακε τὸν ναόν, πεποίηκα δὲ κἀγὼ δύο χρυσᾶς δαμάλεις ἐπωνύμους τῷ θεῷ καὶ τὴν μὲν ἐν Βηθήλῃ πόλει καθιέρωσα τὴν δ᾽ ἐν Δάνῃ, ὅπως ὑμῶν οἱ τούτων ἔγγιστα τῶν πόλεων κατῳκημένοι προσκυνῶσιν εἰς αὐτὰς ἀπερχόμενοι τὸν θεόν. ἀποδείξω δέ τινας ὑμῖν καὶ ἱερεῖς ἐξ ὑμῶν αὐτῶν καὶ Ληουίτας, ἵνα μὴ χρείαν ἔχητε τῆς Ληουίτιδος φυλῆς καὶ τῶν υἱῶν Ἀαρῶνος, ἀλλ᾽ βουλόμενος ὑμῶν ἱερεὺς εἶναι προσενεγκάτω μόσχον τῷ θεῷ καὶ κριόν, καὶ τὸν πρῶτον ἱερέα φασὶν Ἀαρῶνα πεποιηκέναι.’ [229] ταῦτ᾽ εἰπὼν ἐξηπάτησε τὸν λαὸν καὶ τῆς πατρίου θρησκείας ἀποστάντας ἐποίησε παραβῆναι τοὺς νόμους. ἀρχὴ κακῶν ἐγένετο τοῦτο τοῖς Ἑβραίοις καὶ τοῦ πολέμῳ κρατηθέντας ὑπὸ τῶν ἀλλοφύλων αἰχμαλωσίᾳ περιπεσεῖν. ἀλλὰ ταῦτα μὲν κατὰ χώραν δηλώσομεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: