previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[215]

Συγκαλέσας δὲ τοὺς πατρῴους φίλους ἐσκοπεῖτο μετ᾽ αὐτῶν, ποδαπὴν δεῖ ποιήσασθαι τὴν ἀπόκρισιν πρὸς τὸ πλῆθος. οἱ δ᾽ ἅπερ εἰκὸς τοὺς εὔνους καὶ φύσιν ὄχλων εἰδότας παρῄνουν αὐτῷ φιλοφρόνως ὁμιλῆσαι τῷ λαῷ καὶ δημοτικώτερον κατὰ βασιλείας ὄγκον: χειρώσεσθαι γὰρ οὕτως εἰς εὔνοιαν αὐτὸν φύσει τῶν ὑπηκόων ἀγαπώντων τὸ προσηνὲς καὶ παρὰ μικρὸν ἰσότιμον τῶν βασιλέων. [216] δ᾽ ἀγαθὴν οὕτως καὶ συμφέρουσαν ἴσως πρὸς τὸ πᾶν, εἰ δὲ μή, πρός γε τὸν τότε καιρὸν ὅτ᾽ ἔδει γενέσθαι βασιλέα γνώμην ἀπεστράφη τοῦ θεοῦ ποιήσαντος οἶμαι κατακριθῆναι τὸ συμφέρον ὑπ᾽ αὐτοῦ: καλέσας δὲ μειράκια τὰ συντεθραμμένα καὶ τὴν τῶν πρεσβυτέρων αὐτοῖς συμβουλίαν εἰπών, τί δοκεῖ ποιεῖν αὐτοῖς ἐκέλευσε λέγειν. [217] τὰ δέ, οὔτε γὰρ νεότης οὔτε θεὸς ἠφίει νοεῖν τὰ κρείττω, παρῄνεσαν ἀποκρίνασθαι τῷ λαῷ τὸν βραχύτατον αὐτοῦ δάκτυλον τῆς τοῦ πατρὸς ὀσφύος εἶναι παχύτερον καί, εἰ σκληροῦ λίαν ἐπειράθησαν ἐκείνου, πολὺ μᾶλλον αὐτοῦ λήψεσθαι πεῖραν δυσκόλου: καὶ εἰ μάστιξιν αὐτοὺς ἐκεῖνος ἐνουθέτει, σκορπίοις τοῦτο ποιήσειν αὐτὸν προσδοκᾶν. [218] τούτοις ἡσθεὶς βασιλεὺς καὶ δόξας προσήκειν τῷ τῆς ἀρχῆς ἀξιώματι τὴν ἀπόκρισιν, ὡς συνῆλθεν ἀκουσόμενον τὸ πλῆθος τῇ τρίτῃ τῶν ἡμερῶν, μετεώρου τοῦ λαοῦ παντὸς ὄντος καὶ λέγοντος ἀκοῦσαί τι τοῦ βασιλέως ἐσπουδακότος, οἰομένου δέ τι καὶ φιλάνθρωπον, τὴν τῶν μειρακίων αὐτοῖς συμβουλίαν παρεὶς τὴν τῶν φίλων ἀπεκρίνατο. ταῦτα δ᾽ ἐπράττετο κατὰ τὴν τοῦ θεοῦ βούλησιν, ἵνα λάβῃ τέλος προεφήτευσεν Ἀχίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: