previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[212]

Μετὰ δὲ τὴν Σολόμωνος τελευτὴν διαδεξαμένου τοῦ παιδὸς αὐτοῦ τὴν βασιλείαν Ῥοβοάμου, ὃς ἐκ γυναικὸς Ἀμμανίτιδος ὑπῆρχεν αὐτῷ γεγονὼς Νοομᾶς τοὔνομα, πέμψαντες εὐθὺς εἰς τὴν Αἴγυπτον οἱ τῶν ὄχλων ἄρχοντες ἐκάλουν τὸν Ἱεροβόαμον. ἀφικομένου δὲ πρὸς αὐτοὺς εἰς Σίκιμα πόλιν καὶ Ῥοβόαμος εἰς αὐτὴν παραγίνεται: δέδοκτο γὰρ αὐτὸν ἐκεῖσε συνελθοῦσι τοῖς Ἰσραηλίταις ἀποδεῖξαι βασιλέα. [213] προσελθόντες οὖν οἵ τε ἄρχοντες αὐτῷ τοῦ λαοῦ καὶ Ἱεροβόαμος παρεκάλουν λέγοντες ἀνεῖναί τι τῆς δουλείας αὐτοῖς καὶ γενέσθαι χρηστότερον τοῦ πατρός: βαρὺν γὰρ ὑπ᾽ ἐκείνῳ ζυγὸν αὐτοὺς ὑπενεγκεῖν: εὐνούστεροι δὲ ἔσεσθαι πρὸς αὐτὸν καὶ ἀγαπήσειν τὴν δουλείαν διὰ τὴν ἐπιείκειαν διὰ τὸν φόβον. [214] δὲ μετὰ τρεῖς ἡμέρας εἰπὼν αὐτοῖς ἀποκρινεῖσθαι περὶ ὧν ἀξιοῦσιν ὕποπτος μὲν εὐθὺς γίνεται μὴ παραχρῆμα ἐπινεύσας αὐτοῖς τὰ πρὸς ἡδονήν, πρόχειρον γὰρ ἠξίουν εἶναι τὸ χρηστὸν καὶ φιλάνθρωπον καὶ ταῦτ᾽ ἐν νέῳ, ἐδόκει δ᾽ ὅμως καὶ τὸ βουλεύσασθαι τοῦ μὴ παραυτίκα ἀπειπεῖν ἀγαθῆς ἐλπίδος ἔχεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: