previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[209]

Ἐπαρθεὶς οὖν τοῖς τοῦ προφήτου λόγοις Ἱεροβόαμος φύσει θερμὸς ἂν νεανίας καὶ μεγάλων ἐπιθυμητὴς πραγμάτων οὐκ ἠρέμει. γενόμενος δ᾽ ἐν τῇ στρατηγίᾳ καὶ μεμνημένος τῶν ὑπὸ Ἀχία δεδηλωμένων εὐθὺς ἀναπείθειν ἐπεχείρει τὸν λαὸν ἀφίστασθαι Σολόμωνος καὶ κινεῖν καὶ παράγειν εἰς αὑτὸν τὴν ἡγεμονίαν. [210] μαθὼν δὲ τὴν διάνοιαν αὐτοῦ καὶ τὴν ἐπιβολὴν Σολόμων ἐζήτει συλλαβὼν αὐτὸν ἀνελεῖν. φθάσας δὲ γνῶναι τοῦτο Ἱεροβόαμος πρὸς Ἴσακον φεύγει τὸν Αἰγυπτίων βασιλέα, καὶ μέχρι τῆς Σολόμωνος τελευτῆς ἐκεῖ μείνας τό τε μηδὲν ὑπ᾽ αὐτοῦ παθεῖν ἐκέρδησε καὶ τὸ τῇ βασιλείᾳ φυλαχθῆναι. [211] ἀποθνήσκει δὲ Σολόμων ἤδη γηραιὸς ὢν βασιλεύσας μὲν ὀγδοήκοντα ἔτη, ζήσας δὲ ἐνενήκοντα καὶ τέσσαρα: θάπτεται δὲ ἐν Ἱεροσολύμοις ἅπαντας ὑπερβαλὼν εὐδαιμονίᾳ τε καὶ πλούτῳ καὶ φρονήσει τοὺς βασιλεύσαντας, εἰ μὴ ὅσα γε πρὸς τὸ γῆρας ὑπὸ τῶν γυναικῶν ἀπατηθεὶς παρηνόμησε: περὶ ὧν καὶ τῶν δι᾽ αὐτὰς κακῶν συμπεσόντων Ἑβραίοις εὐκαιρότερον ἕξομεν διασαφῆσαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: