previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[205]

Ἐπιτίθεται δὲ Σολόμωνι καὶ τῶν ὁμοφύλων τις Ἱεροβόαμος υἱὸς Ναβαταίου κατὰ προφητείαν πάλαι γενομένην αὐτῷ τοῖς πράγμασιν ἐπελπίσας: παῖδα γὰρ αὐτὸν ὑπὸ τοῦ πατρὸς καταλειφθέντα καὶ ὑπὸ τῇ μητρὶ παιδευόμενον ὡς εἶδε γενναῖον καὶ τολμηρὸν Σολόμων ὄντα τὸ φρόνημα τῆς τῶν τειχῶν οἰκοδομίας ἐπιμελητὴν κατέστησεν, ὅτε τοῖς Ἱεροσολύμοις τὸν κύκλον περιέβαλεν. [206] οὕτως δὲ τῶν ἔργων προενόησεν, ὥστε βασιλεὺς αὐτὸν ἀπεδέξατο καὶ γέρας αὐτῷ στρατηγίαν ἐπὶ τῆς Ἰωσήπου φυλῆς ἔδωκεν. ἀπερχομένῳ δὲ τῷ Ἱεροβοάμῳ κατ᾽ ἐκεῖνον τὸν καιρὸν ἐκ τῶν Ἱεροσολύμων συνεβόλησε προφήτης ἐκ πόλεως μὲν Σιλὼ Ἀχίας δὲ ὄνομα. καὶ προσαγορεύσας αὐτὸν ἀπήγαγεν ἐκ τῆς ὁδοῦ μικρὸν ἀπονεύσας εἴς τι χωρίον, εἰς παρῆν μηδὲ εἷς ἄλλος. [207] σχίσας δὲ εἰς δώδεκα φάρση τὸ ἱμάτιον, ὅπερ ἦν αὐτὸς περιβεβλημένος, ἐκέλευσε τὸν Ἱεροβόαμον λαβεῖν τὰ δέκα προσειπών, ὅτι ταῦτα θεὸς βούλεται καὶ σχίσας τὴν Σολόμωνος ἀρχὴν τῷ παιδὶ μὲν τῷ τούτου διὰ τὴν πρὸς Δαυίδην γεγενημένην ὁμολογίαν αὐτῷ μίαν φυλὴν καὶ τὴν ἑξῆς αὐτῇ δίδωσι, ‘σοὶ δὲ τὰς δέκα Σολόμωνος εἰς αὐτὸν ἐξαμαρτόντος καὶ ταῖς γυναιξὶ καὶ τοῖς ἐκείνων θεοῖς αὑτὸν ἐκδεδωκότος. [208] εἰδὼς οὖν τὴν αἰτίαν δι᾽ ἣν μετατίθησι τὴν αὑτοῦ γνώμην ἀπὸ Σολόμωνος θεὸς δίκαιος εἶναι πειρῶ καὶ φύλαττε τὰ νόμιμα, προκειμένου σοι τῆς εὐσεβείας καὶ τῆς πρὸς τὸν θεὸν τιμῆς ἄθλου μεγίστου τῶν ἁπάντων, γενήσεσθαι τηλικούτῳ ἡλίκον οἶσθα Δαυίδην γενόμενον.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: