previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[187]

Θείᾳ τε περὶ πάντα χρώμενος ἐπινοίᾳ τε καὶ σπουδῇ καὶ λίαν ὢν φιλόκαλος οὐδὲ τῶν ὁδῶν ἠμέλησεν, ἀλλὰ καὶ τούτων τὰς ἀγούσας εἰς Ἱεροσόλυμα βασίλειον οὖσαν λίθῳ κατέστρωσε μέλανι, πρός τε τὸ ῥᾳστώνην εἶναι τοῖς βαδίζουσι, καὶ πρὸς τὸ δηλοῦν τὸ ἀξίωμα τοῦ πλούτου καὶ τῆς ἡγεμονίας. [188] διαμερίσας δὲ τὰ ἅρματα καὶ διατάξας, ὥστε ἐν ἑκάστῃ πόλει τούτων ἀριθμὸν ὡρισμένον ὑπάρχειν, αὐτὸς μὲν περὶ αὑτὸν ἐτήρησεν ὀλίγα, τὰς δὲ πόλεις ταύτας ἁρμάτων προσηγόρευσε. τοῦ δ᾽ ἀργυρίου τοσοῦτον ἐποιήσατο πλῆθος ἐν Ἱεροσολύμοις βασιλεύς, ὅσον ἦν καὶ τῶν λίθων, καὶ τῶν κεδρίνων ξύλων οὐ πρότερον ὄντων, ὥσπερ καὶ τῶν δένδρων τῶν συκαμινίνων, ὧν πληθύει τὰ τῆς Ἰουδαίας πεδία. [189] προσέταξε δὲ καὶ τοῖς ἐμπόροις Αἰγύπτου κομίζουσιν αὐτῷ πιπράσκειν τὸ μὲν ἅρμα σὺν ἵπποις δυσὶν ἑξακοσίων δραχμῶν ἀργυρίου, αὐτὸς δὲ τοῖς τῆς Συρίας βασιλεῦσι καὶ τοῖς πέραν Εὐφράτου διέπεμπεν αὐτούς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: