previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[141]

Ταῦτα Σολόμων εἰκοσαετίᾳ κατασκευάσας, ἐπεὶ πολὺν μὲν αὐτῷ χρυσὸν πλείω δ᾽ ἄργυρον τῶν Τυρίων βασιλεὺς Εἴρωμος εἰς τὴν οἰκοδομίαν συνήνεγκεν ἔτι δὲ καὶ ξύλα κέδρου καὶ πίτυος, ἀντεδωρήσατο καὶ αὐτὸς μεγάλαις δωρεαῖς τὸν Εἴρωμον σῖτόν τε κατ᾽ ἔτος πέμπων αὐτῷ καὶ οἶνον καὶ ἔλαιον, ὧν μάλιστα διὰ τὸ νῆσον οἰκεῖν, ὡς καὶ προειρήκαμεν ἤδη, χρῄζων διετέλει. [142] πρὸς τούτοις δὲ καὶ πόλεις αὐτῷ τῆς Γαλιλαίας εἴκοσι μὲν τὸν ἀριθμὸν οὐ πόρρω δὲ τῆς Τύρου κειμένας ἐχαρίσατο, ἃς ἐπελθὼν καὶ κατανοήσας Εἴρωμος καὶ δυσαρεστήσας τῇ δωρεᾷ πέμψας πρὸς Σολόμωνα μὴ δεῖσθαι τῶν πόλεων ἔλεγε κἄκτοτε προσηγορεύθησαν Χαβαλὼν γῆ: μεθερμηνευόμενον δὲ τὸ χάβαλον κατὰ Φοινίκων γλῶτταν οὐκ ἀρέσκον σημαίνει. [143] καὶ σοφίσματα δὲ καὶ λόγους αἰνιγματώδεις διεπέμψατο πρὸς Σολόμωνα τῶν Τυρίων βασιλεὺς παρακαλῶν, ὅπως αὐτῷ σαφηνίσῃ τούτους καὶ τῆς ἀπορίας τῶν ἐν αὐτοῖς ζητουμένων ἀπαλλάξῃ. τὸν δὲ δεινὸν ὄντα καὶ συνετὸν οὐδὲν τούτων παρῆλθεν, ἀλλὰ πάντα νικήσας τῷ λογισμῷ καὶ μαθὼν αὐτῶν τὴν διάνοιαν ἐφώτισε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: