previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[133]

Οἶκος ἦν μέγας καὶ καλὸς πολλοῖς στύλοις ἐρηρεισμένος, ὃν εἰς τὰς κρίσεις καὶ τὴν τῶν πραγμάτων διάγνωσιν πλῆθος ὑποδέξασθαι καὶ χωρῆσαι σύνοδον ἀνθρώπων ἐπὶ δίκας συνεληλυθότων κατεσκεύασεν ἑκατὸν μὲν πηχῶν τὸ μῆκος εὖρος δὲ πεντήκοντα τὸ δ᾽ ὕψος τριάκοντα, κίοσι μὲν τετραγώνοις ἀνειλημμένον ἐκ κέδρου πᾶσιν, ἐστεγασμένον δὲ Κορινθίως, ἰσομέτροις δὲ φλιαῖς καὶ θυρώμασι τριγλύφοις ἀσφαλῆ τε ὁμοῦ καὶ κεκαλλωπισμένον. [134] ἕτερος δὲ οἶκος ἦν ἐν μέσῳ κατὰ ὅλου τοῦ πλάτους τεταγμένος τετράγωνος εὖρος πηχῶν τριάκοντα, ἄντικρυς ἔχων ναὸν παχέσι στύλοις ἀνατεταμένον: ἦν δὲ ἐν αὐτῷ ἐξέδρα διαπρεπής, ἐν καθεζόμενος βασιλεὺς ἔκρινεν, παρέζευκτο κατεσκευασμένος ἄλλος οἶκος τῇ βασιλίσσῃ καὶ τὰ λοιπὰ τὰ πρὸς τὴν δίαιταν καὶ τὰς ἀναπαύσεις οἰκήματα μετὰ τὴν τῶν πραγμάτων ἀπόλυσιν, ἐστρωμένα πάντα σανίσι τετμημέναις ἐκ κέδρου. [135] καὶ τὰ μὲν ᾠκοδομήσατο λίθοις δεκαπήχεσιν, ἑτέρῳ δὲ πριστῷ τοὺς τοίχους καὶ πολυτελεῖ κατημφίεσεν, ὃν εἰς κόσμον ἱερῶν καὶ βασιλείων οἴκων θεωρίων γῆ μεταλλεύεται τοῖς φέρουσιν αὐτὸν τόποις ἐπαινουμένη. [136] καὶ τὸ μὲν ἀπ᾽ αὐτοῦ κάλλος ἐπὶ τριστιχίαν ἦν ἐνυφασμένον, τετάρτη δὲ μοῖρα γλυφέων παρεῖχε θαυμάζειν ἐπιστήμην, ὑφ᾽ ὧν πεποίητο δένδρα καὶ φυτὰ παντοῖα σύσκια τοῖς κλάδοις καὶ τοῖς ἐκκρεμαμένοις αὐτῶν πετάλοις, ὡς ὑπονοεῖν αὐτὰ καὶ σαλεύεσθαι δι᾽ ὑπερβολὴν λεπτότητος καλύπτοντα τὸν ὑπ᾽ αὐτοῖς λίθον. [137] τὸ δὲ ἄλλο μέχρι τῆς στέγης χριστὸν ἦν καὶ καταπεποικιλμένον χρώμασι καὶ βαφαῖς. προσκατεσκεύασε δὲ τούτοις ἄλλα τε πρὸς τρυφὴν οἰκήματα καὶ δὴ καὶ στοὰς μηκίστας καὶ ἐν καλῷ τῶν βασιλείων κειμένας, ἐν αἷς λαμπρότατον οἶκον εἰς ἑστίασιν καὶ συμπόσια χρυσοῦ περίπλεων: καὶ τἆλλα δὲ ὅσα τοῦτον ἔχειν ἔδει πρὸς τὴν τῶν ἑστιωμένων ὑπηρεσίαν σκεύη πάντ᾽ ἐκ χρυσοῦ κατεσκεύαστο. [138] δύσκολον δ᾽ ἐστὶν καταριθμήσασθαι τὸ μέγεθος καὶ τὴν ποικιλίαν τῶν βασιλείων, ὅσα μὲν ἦν αὐτοῖς τὰ μέγιστα οἰκήματα, πόσα δὲ τὰ τούτων ὑποδεέστερα καὶ πόσα ὑπόγεια καὶ ἀφανῆ, τά τε τῶν ἀνειμένων εἰς ἀέρα κάλλη καὶ τὰ ἄλση πρὸς θεωρίαν ἐπιτερπεστάτην καὶ θέρους ὑποφυγὴν καὶ σκέπην εἶναι τοῖς σώμασιν. [139] ἐν κεφαλαίῳ δ᾽ εἰπεῖν τὴν ὅλην οἰκοδομίαν ἐκ λίθου λευκοῦ καὶ κέδρου καὶ χρυσοῦ καὶ ἀργύρου πᾶσαν ἐποιήσατο τοὺς ὀρόφους καὶ τοὺς τοίχους τοῖς ἐγκλειομένοις χρυσῷ λίθοις διανθίσας τὸν αὐτὸν τρόπον, ὡς καὶ τὸν τοῦ θεοῦ ναὸν τούτοις κατηγλάισεν. [140] εἰργάσατο δὲ καὶ ἐξ ἐλέφαντος θρόνον παμμεγεθέστατον ἐν κατασκευῇ βήματος ἔχοντα μὲν ἓξ βαθμούς, ἑκάστῳ δὲ τούτων ἐξ ἑκατέρου μέρους δύο λέοντες ἐφειστήκεσαν τοσούτων ἄνωθεν ἄλλων παρεστώτων. τὸ δ᾽ ἐνήλατον τοῦ θρόνου χεῖρες ἦσαν δεχόμεναι τὸν βασιλέα, ἀνακέκλιτο δ᾽ εἰς μόσχου προτομὴν τὰ κατόπιν αὐτοῦ βλέποντος, χρυσῷ δὲ ἅπας ἦν δεδεμένος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: