previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[39]

Ἦσαν δὲ καὶ ἕτεροι τῷ βασιλεῖ ἡγεμόνες, οἳ τῆς τε Σύρων γῆς καὶ τῶν ἀλλοφύλων ἥτις ἦν ἀπ᾽ Εὐφράτου ποταμοῦ διήκουσα μέχρι τῆς Αἰγυπτίων ἐπῆρχον ἐκλέγοντες αὐτῷ φόρους παρὰ τῶν ἐθνῶν. [40] συνετέλουν δὲ καὶ τῇ τραπέζῃ καθ᾽ ἡμέραν καὶ τῷ δείπνῳ τοῦ βασιλέως σεμιδάλεως μὲν κόρους τριάκοντα, ἀλεύρου δὲ ξ, σιτιστοὺς δὲ βόας δέκα καὶ νομάδας βόας εἴκοσι, σιτιστοὺς δὲ ἄρνας ἑκατόν. ταῦτα πάντα πάρεξ τῶν ἀπ᾽ ἄγρας ἐλάφων λέγω καὶ βουβάλων καὶ τῶν πετεινῶν καὶ ἰχθύων ἐκομίζετο καθ᾽ ἡμέραν βασιλεῖ παρὰ τῶν ἀλλοφύλων. [41] τοσοῦτον δὲ πλῆθος ἦν ἁρμάτων Σολόμωνι, ὡς τέσσαρας εἶναι μυριάδας φατνῶν τῶν ὑποζευγνυμένων ἵππων: χωρὶς δὲ τούτων ἦσαν ἱππεῖς δισχίλιοι καὶ μύριοι, ὧν οἱ μὲν ἡμίσεις τῷ βασιλεῖ προσήδρευον ἐν Ἱεροσολύμοις, οἱ δὲ λοιποὶ κατὰ τὰς βασιλικὰς διεσπαρμένοι κώμας ἐν αὐταῖς κατέμενον. δ᾽ αὐτὸς ἡγεμὼν τὴν τοῦ βασιλέως δαπάνην πεπιστευμένος καὶ τοῖς ἵπποις ἐχορήγει τὰ ἐπιτήδεια συγκομίζων εἰς ὃν βασιλεὺς διέτριβε τόπον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: