previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[411]

Καὶ Ἄχαβος μὲν καὶ Ἰωσάφατος τῶν Ἱεροσολύμων βασιλεὺς ἀναλαβόντες τὰς δυνάμεις ἤλασαν εἰς Ῥαμάθην πόλιν τῆς Γαλαδίτιδος. δὲ τῶν Σύρων βασιλεὺς ἀκούσας αὐτῶν τὴν στρατείαν ἀντεπήγαγεν αὐτοῖς τὴν αὑτοῦ στρατιὰν καὶ οὐκ ἄπωθεν τῆς Ἀραμάθης στρατοπεδεύεται. [412] συνέθεντο δὲ τε Ἄχαβος καὶ Ἰωσάφατος ἀποθέσθαι μὲν τὸν Ἄχαβον τὸ βασιλικὸν σχῆμα, τὸν δὲ τῶν Ἱεροσολύμων βασιλέα τὴν αὐτοῦ στολὴν ἔχοντα στῆναι ἐν τῇ παρατάξει, κατασοφιζόμενοι τὰ ὑπὸ τοῦ Μιχαία προειρημένα. εὗρε δ᾽ αὐτὸν τὸ χρεὼν καὶ δίχα τοῦ σχήματος: [413] μὲν γὰρ Ἄδαδος τῶν Σύρων βασιλεὺς παρήγγειλε τῇ στρατιᾷ διὰ τῶν ἡγεμόνων μηδένα τῶν ἄλλων ἀναιρεῖν, μόνον δὲ τὸν βασιλέα τῶν Ἰσραηλιτῶν. οἱ δὲ Σύροι τῆς συμβολῆς γενομένης ἰδόντες τὸν Ἰωσάφατον ἑστῶτα πρὸ τῆς τάξεως καὶ τοῦτον εἰκάσαντες εἶναι τὸν Ἄχαβον ὥρμησαν ἐπ᾽ αὐτὸν καὶ περικυκλωσάμενοι, [414] ὡς ἐγγὺς ὄντες ἔγνωσαν οὐκ ὄντα τοῦτον, ἀνεχώρησαν ὀπίσω, ἀπό τε ἀρχομένης ἠοῦς ἄχρι δείλης μαχόμενοι καὶ νικῶντες ἀπέκτειναν οὐδένα κατὰ τὴν τοῦ βασιλέως ἐντολὴν ζητοῦντες τὸν Ἄχαβον ἀνελεῖν μόνον καὶ εὑρεῖν οὐ δυνάμενοι. παῖς δέ τις βασιλικὸς τοῦ Ἀδάδου Ἀμανὸς ὄνομα τοξεύσας εἰς τοὺς πολεμίους τιτρώσκει τὸν βασιλέα διὰ τοῦ θώρακος κατὰ τοῦ πνεύμονος. [415] Ἄχαβος δὲ τὸ μὲν συμβεβηκὸς οὐκ ἔγνω ποιῆσαι τῷ στρατεύματι φανερὸν μὴ τραπείησαν, τὸν δ᾽ ἡνίοχον ἐκέλευσεν ἐκτρέψαντα τὸ ἅρμα ἐξάγειν τῆς μάχης: χαλεπῶς γὰρ βεβλῆσθαι καὶ καιρίως. ὀδυνώμενος δὲ ἔστη ἐπὶ τοῦ ἅρματος ἄχρι δύνοντος ἡλίου καὶ λιφαιμήσας ἀπέθανε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: