previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[355]

Ναβώθης δέ τις ἐξ Ἱεζαρήλου πόλεως ἀγρογείτων ὢν τοῦ βασιλέως παρακαλοῦντος αὐτὸν ἀποδόσθαι τιμῆς ὅσης βούλεται τὸν πλησίον αὐτοῦ τῶν ἰδίων ἀγρόν, ἵνα συνάψας ἓν αὐτὸ ποιήσῃ κτῆμα, εἰ δὲ μὴ βούλοιτο χρήματα λαβεῖν ἐπιτρέποντος ἐκλέξασθαι τῶν ἀγρῶν τινα τῶν ἐκείνου, τοῦτο μὲν οὔ φησι ποιήσειν, αὐτὸς δὲ τὴν ἰδίαν καρπώσεσθαι γῆν, ἣν ἐκληρονόμησε τοῦ πατρός. [356] λυπηθεὶς δ᾽ ὡς ἐφ᾽ ὕβρει τῷ μὴ τἀλλότρια λαβεῖν βασιλεὺς οὔτε λουτρὸν προσηνέγκατο οὔτε τροφήν, τῆς δ᾽ Ἰεζαβέλης τῆς γυναικὸς αὐτοῦ πυνθανομένης, τι λυπεῖται καὶ μήτε λούεται μήτε ἄριστον αὑτῷ παρατίθεται μήτε δεῖπνον, διηγήσατο αὐτῇ τὴν Ναβώθου σκαιότητα καὶ ὡς χρησάμενος ἐπιεικέσι πρὸς αὐτὸν λόγοις καὶ βασιλικῆς ἐξουσίας ὑποδεεστέροις ὑβρισθείη μὴ τυχὼν ὧν ἠξίου. [357] δὲ μὴ μικροψυχεῖν ἐπὶ τούτοις παρεκάλει, παυσάμενον δὲ τῆς λύπης ἐπὶ τὴν συνήθη τρέπεσθαι τοῦ σώματος πρόνοιαν: μελήσειν γὰρ αὐτῇ περὶ τῆς Ναβώθου τιμωρίας. [358] καὶ παραχρῆμα πέμπει γράμματα πρὸς τοὺς ὑπερέχοντας τῶν Ἰσραηλιτῶν ἐκ τοῦ Ἀχάβου ὀνόματος νηστεῦσαί τε κελεύουσα καὶ ποιησαμένους ἐκκλησίαν προκαθίσαι μὲν αὐτῶν Νάβωθον, εἶναι γὰρ αὐτὸν γένους ἐπιφανοῦς, παρασκευασαμένους δὲ τρεῖς τολμηρούς τινας τοὺς καταμαρτυρήσοντας αὐτοῦ, ὡς τὸν θεόν τε εἴη βλασφημήσας καὶ τὸν βασιλέα, καταλεῦσαι καὶ τούτῳ διαχρήσασθαι τῷ τρόπῳ. [359] καὶ Νάβωθος μέν, ὡς ἔγραψεν βασίλισσα, οὕτως καταμαρτυρηθεὶς βλασφημῆσαι τὸν θεόν τε καὶ Ἄχαβον βαλλόμενος ὑπὸ τοῦ πλήθους ἀπέθανεν, ἀκούσασα δὲ ταῦτα Ἰεζάβηλα εἴσεισι πρὸς τὸν βασιλέα καὶ κληρονομεῖν τὸν Ναβώθου ἀμπελῶνα προῖκα ἐκέλευσεν. [360] δὲ Ἄχαβος ἥσθη τοῖς γεγενημένοις καὶ ἀναπηδήσας ἀπὸ τῆς κλίνης ὀψόμενος ἧκε τὸν ἀμπελῶνα τὸν Ναβώθου. ἀγανακτήσας δ᾽ θεὸς πέμπει τὸν προφήτην Ἠλίαν εἰς τὸ Ναβώθου χωρίον Ἀχάβῳ συμβαλοῦντα καὶ περὶ τῶν πεπραγμένων ἐρησόμενον, ὅτι κτείνας τὸν ἀληθῆ δεσπότην τοῦ χωρίου κληρονομήσειεν αὐτὸς ἀδίκως. [361] ὡς δ᾽ ἧκε πρὸς αὐτὸν εἰπόντος τοῦ βασιλέως, τι βούλεται χρήσασθαι αὐτῷ, αἰσχρὸν γὰρ ὄντα ἐπὶ ἁμαρτήματι ληφθῆναι ὑπ᾽ αὐτοῦ, κατ᾽ ἐκεῖνον ἔφη τὸν τόπον, ἐν τὸν Ναβώθου νεκρὸν ὑπὸ κυνῶν δαπανηθῆναι συνέβη, τό τε αὐτοῦ καὶ τὸ τῆς γυναικὸς χυθήσεσθαι αἷμα καὶ πᾶν αὐτοῦ τὸ γένος ἀπολεῖσθαι τοιαῦτα ἀσεβῆσαι τετολμηκότος καὶ παρὰ τοὺς πατρίους νόμους πολίτην ἀδίκως ἀνῃρηκότος. [362] Ἀχάβῳ δὲ λύπη τῶν πεπραγμένων εἰσῆλθε καὶ μετάμελος, καὶ σακκίον ἐνδυσάμενος γυμνοῖς τοῖς ποσὶ διῆγεν οὐχ ἁπτόμενος τροφῆς ἀνθομολογούμενός τε τὰ ἡμαρτημένα καὶ τὸν θεὸν οὕτως ἐξευμενίζων. δὲ ζῶντος μὲν αὐτοῦ πρὸς τὸν προφήτην ὑπερβαλεῖσθαι τὴν τοῦ γένους τιμωρίαν εἶπεν ἐφ᾽ οἷς ἐπὶ τοῖς τετολμημένοις μετανοεῖ, τελέσειν δὲ τὴν ἀπειλὴν ἐπὶ τῷ υἱῷ Ἀχάβου. καὶ μὲν προφήτης ταῦτ᾽ ἐδήλωσε τῷ βασιλεῖ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: