previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[325]

δὲ γυνὴ περὶ ἧς πρὸ τούτων εἴπομεν, τὸν προφήτην διατρέφουσα, τοῦ παιδὸς αὐτῇ καταπεσόντος εἰς νόσον, ὡς καὶ τὴν ψυχὴν ἀφεῖναι καὶ δόξαι νεκρόν, ἀνακλαιομένη καὶ ταῖς τε χερσὶν αὑτὴν αἰκιζομένη καὶ φωνὰς οἵας ὑπηγόρευε τὸ πάθος ἀφιεῖσα κατῃτιᾶτο τῆς παρ᾽ αὐτῇ παρουσίας τὸν προφήτην ὡς ἐλέγξαντα τὰς ἁμαρτίας αὐτῆς καὶ διὰ τοῦτο τοῦ παιδὸς τετελευτηκότος. [326] δὲ παρεκελεύετο θαρρεῖν καὶ παραδοῦναι τὸν υἱὸν αὐτῷ: ζῶντα γὰρ αὐτὸν ἀποδώσειν. παραδούσης οὖν βαστάσας εἰς τὸ δωμάτιον, ἐν διέτριβεν αὐτός, καὶ καταθεὶς ἐπὶ τῆς κλίνης ἀνεβόησε πρὸς τὸν θεὸν οὐ καλῶς ἀμείψασθαι τὴν ὑποδεξαμένην καὶ θρέψασαν τὸν υἱὸν αὐτῆς ἀφαιρησόμενον, ἐδεῖτό τε τὴν ψυχὴν εἰσπέμψαι πάλιν τῷ παιδὶ καὶ παρασχεῖν αὐτῷ τὸν βίον. [327] τοῦ δὲ θεοῦ κατοικτείραντος μὲν τὴν μητέρα, βουληθέντος δὲ καὶ τῷ προφήτῃ χαρίσασθαι τὸ μὴ δόξαι πρὸς αὐτὴν ἐπὶ κακῷ παρεῖναι, παρὰ πᾶσαν τὴν προσδοκίαν ἀνεβίωσεν. δ᾽ εὐχαρίστει τῷ προφήτῃ καὶ τότε σαφῶς ἔλεγε μεμαθηκέναι, ὅτι τὸ θεῖον αὐτῷ διαλέγεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: