previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[319]

Προφήτης δέ τις τοῦ μεγάλου θεοῦ ἐκ πόλεως Θεσσεβώνης τῆς Γαλααδίτιδος χώρας προσελθὼν Ἀχάβῳ προλέγειν αὐτῷ τὸν θεὸν ἔφασκε μήθ᾽ ὕσειν αὐτὸν ἐν ἐκείνοις τοῖς ἔτεσι μήτε δρόσον καταπέμψειν εἰς τὴν χώραν, εἰ μὴ φανέντος αὐτοῦ. καὶ τούτοις ἐπομόσας ἀνεχώρησεν εἰς τὰ πρὸς νότον μέρη ποιούμενος παρὰ χειμάρρῳ τινὶ τὴν διατριβήν, ἐξ οὗ καὶ τὸ ποτὸν εἶχε: τὴν γὰρ τροφὴν αὐτῷ καθ᾽ ἡμέραν κόρακες προσέφερον. [320] ἀναξηρανθέντος δὲ τοῦ ποταμοῦ δι᾽ ἀνομβρίαν εἰς Σαριφθὰν πόλιν οὐκ ἄπωθεν τῆς Σιδῶνος καὶ Τύρου, μεταξὺ γὰρ κεῖται, παραγίνεται τοῦ θεοῦ κελεύσαντος: εὑρήσειν γὰρ ἐκεῖ γυναῖκα χήραν, ἥτις αὐτῷ παρέξει τροφάς. [321] ὢν δ᾽ οὐ πόρρω τῆς πύλης ὁρᾷ γυναῖκα χερνῆτιν ξυλιζομένην: τοῦ δὲ θεοῦ δηλώσαντος ταύτην εἶναι τὴν μέλλουσαν αὐτὸν διατρέφειν προσελθὼν ἠσπάσατο καὶ κομίσαι ὕδωρ παρεκάλεσεν, ὅπως πίῃ, καὶ πορευομένης μετακαλεσάμενος καὶ ἄρτον ἐνεγκεῖν ἐκέλευσε. [322] τῆς δ᾽ ὀμοσάσης μηδὲν ἔχειν μίαν ἀλεύρου δράκα καὶ ὀλίγον ἐλαίου, πορεύεσθαι δὲ συνειλεχυῖαν τὰ ξύλα, ἵνα φυράσασα ποιήσῃ αὑτῇ καὶ τῷ τέκνῳ ἄρτον, μεθ᾽ ὃν ἀπολεῖσθαι λιμῷ δαπανηθέντα μηκέτι μηδενὸς ὄντος ἔλεγεν, ‘ἀλλὰ θαρσοῦσα, εἶπεν, ἄπιθι καὶ τὰ κρείττω προσδοκῶσα, καὶ ποιήσασα πρῶτον ἐμοὶ βραχὺ κόμισον: προλέγω γάρ σοι μηδέποτ᾽ ἐπιλείψειν ἀλεύρων ἐκεῖνο τὸ ἄγγος μηδ᾽ ἐλαίου τὸ κεράμιον, μέχρις οὗ ἂν ὕσῃ θεός.’ [323] ταῦτ᾽ εἰπόντος τοῦ προφήτου παραγενομένη πρὸς αὑτὴν ἐποίησε τὰ εἰρημένα καὶ αὐτή τε ἔσχε καὶ τῷ τέκνῳ χορηγεῖ τὴν διατροφὴν καὶ τῷ προφήτῃ, ἐπέλιπε δ᾽ οὐδὲν αὐτοὺς τούτων, ἄχρις οὗ καὶ αὐχμὸς ἐπαύσατο. [324] μέμνηται δὲ τῆς ἀνομβρίας ταύτης καὶ Μένανδρος ἐν ταῖς Ἰθωβάλου τοῦ Τυρίων βασιλέως πράξεσι λέγων οὕτως: ‘ἀβροχία τ᾽ ἐπ᾽ αὐτοῦ ἐγένετο ἀπὸ τοῦ Ὑπερβερεταίου μηνὸς ἕως τοῦ ἐχομένου ἔτους Ὑπερβερεταίου, * ἱκετείαν δ᾽ αὐτοῦ ποιησαμένου κεραυνοὺς ἱκανοὺς βεβληκέναι. οὗτος πόλιν Βότρυν ἔκτισε τὴν ἐπὶ Φοινίκῃ καὶ Αὖζαν τὴν ἐν Λιβύῃ.’ καὶ ταῦτα μὲν δηλῶν τὴν ἐπ᾽ Ἀχάβου γενομένην ἀνομβρίαν, κατὰ γὰρ τοῦτον καὶ Ἰθώβαλος ἐβασίλευε Τυρίων, Μένανδρος ἀναγέγραφεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: