previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[304]

Φοβηθεὶς δὲ Ἄσανος τὴν ἐπιχείρησιν τοῦ πολεμίου καὶ λογισάμενος, ὡς πολλὰ διαθήσει κακὰ τὴν ὑπ᾽ αὐτῷ βασιλευομένην ἅπασαν καταλειφθεὶς ἐν Ἀρμαθῶνι στρατός, ἔπεμψε πρὸς τὸν Δαμασκηνῶν βασιλέα πρέσβεις καὶ χρυσὸν καὶ ἄργυρον παρακαλῶν συμμαχίαν καὶ ὑπομιμνήσκων, ὅτι καὶ πατρῴα φιλία πρὸς ἀλλήλους ἐστὶν αὐτοῖς. [305] δὲ τῶν χρημάτων τὸ πλῆθος ἀσμένως ἐδέξατο καὶ συμμαχίαν ἐποιήσατο πρὸς αὐτὸν διαλύσας τὴν πρὸς τὸν Βασάνην φιλίαν, καὶ πέμψας εἰς τὰς ὑπ᾽ αὐτοῦ βασιλευομένας πόλεις τοὺς ἡγεμόνας τῆς ἰδίας δυνάμεως ἐκέλευσε κακοῦν αὐτάς. οἱ δὲ τὰς μὲν ἐνεπίμπρασαν τὰς δὲ διήρπασαν πορευθέντες, τήν τε Ἰωάνου λεγομένην καὶ Δάνα καὶ Ἀβελάνην καὶ ἄλλας πολλάς. [306] ταῦτ᾽ ἀκούσας τῶν Ἰσραηλιτῶν βασιλεὺς τοῦ μὲν οἰκοδομεῖν καὶ ὀχυροῦν τὸν Ἀραμαθῶνα ἐπαύσατο καὶ μετὰ σπουδῆς ὡς βοηθήσων τοῖς οἰκείοις κακουμένοις ἀνέστρεψεν, δ᾽ Ἄσανος ἐκ τῆς παρεσκευασμένης ὑπ᾽ αὐτοῦ πρὸς οἰκοδομίαν ὕλης πόλεις ἀνήγειρεν ἐν αὐτῷ τῷ τόπῳ δύο καρτεράς, μὲν Γαβαὰ ἐκαλεῖτο, δὲ Μασταφάς. [307] καὶ μετὰ ταῦτα καιρὸν οὐκ ἔσχεν Βασάνης τῆς ἐπὶ τὸν Ἄσανον στρατείας: ἐφθάσθη γὰρ ὑπὸ τοῦ χρεὼν καὶ θάπτεται μὲν ἐν Θαρσῇ πόλει, παραλαμβάνει δ᾽ αὐτοῦ τὴν ἀρχὴν παῖς Ἤλανος. οὗτος ἄρξας ἐπ᾽ ἔτη δύο τελευτᾷ φονεύσαντος αὐτὸν ἐξ ἐπιβουλῆς Ζαμβρίου τοῦ ἱππάρχου τῆς ἡμισείας τάξεως: [308] κατευωχηθέντα γὰρ αὐτὸν παρὰ τῷ οἰκονόμῳ αὐτοῦ Ὠσᾶ τοὔνομα πείσας ἐπιδραμεῖν τῶν ὑφ᾽ αὑτὸν ἱππέων τινὰς ἀπέκτεινε δι᾽ αὐτῶν μεμονωμένον τῶν περὶ αὐτὸν ὁπλιτῶν καὶ ἡγεμόνων: οὗτοι γὰρ ἅπαντες περὶ τὴν πολιορκίαν τῆς Γαβαθώνης ἐγίνοντο τῆς Παλαιστίνων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: