previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[294]

Ταῦτα λέγοντος Ἀσάνου νίκην ἐσήμαινεν θεός, καὶ συμβαλὼν μετὰ χαρᾶς τῶν προδεδηλωμένων ὑπὸ τοῦ θεοῦ πολλοὺς ἀποκτείνει τῶν Αἰθιόπων καὶ τραπέντας εἰς φυγὴν ἐδίωξεν ἄχρι τῆς Γεραρίτιδος χώρας. ἀφέμενοι δὲ τῆς ἀναιρέσεως ἐπὶ τὴν διαρπαγὴν τῶν πόλεων, ἥλω γὰρ Γεράρων, ἐχώρησαν καὶ τῆς παρεμβολῆς αὐτῶν, ὡς πολὺν μὲν ἐκφορῆσαι χρυσὸν πολὺν δὲ ἄργυρον λείαν τε ἀπαγαγεῖν καμήλους τε καὶ ὑποζύγια καὶ βοσκημάτων ἀγέλας. [295] Ἄσανος μὲν οὖν καὶ παρ᾽ αὐτῷ στρατιὰ τοιαύτην παρὰ τοῦ θεοῦ νίκην λαβόντες καὶ ὠφέλειαν ἀνέστρεφον εἰς Ἱεροσόλυμα, παραγενομένοις δὲ αὐτοῖς ἀπήντησε κατὰ τὴν ὁδὸν προφήτης Ἀζαρίας ὄνομα. οὗτος ἐπισχεῖν κελεύσας τῆς ὁδοιπορίας ἤρξατο λέγειν πρὸς αὐτούς, ὅτι ταύτης εἶεν τῆς νίκης παρὰ τοῦ θεοῦ τετυχηκότες, ὅτι δικαίους καὶ ὁσίους ἑαυτοὺς παρέσχον καὶ πάντα κατὰ βούλησιν θεοῦ πεποιηκότας. [296] ἐπιμένουσι μὲν οὖν ἔφασκεν ἀεὶ κρατεῖν αὐτοὺς τῶν ἐχθρῶν καὶ τὸ ζῆν μετ᾽ εὐδαιμονίας παρέξειν τὸν θεόν, ἀπολιποῦσι δὲ τὴν θρησκείαν ἅπαντα τούτων ἐναντία συμβήσεσθαι καὶ γενήσεσθαι χρόνον ἐκεῖνον, ἐν μηδεὶς ἀληθὴς εὑρεθήσεται προφήτης ἐν τῷ ὑμετέρῳ ὄχλῳ οὐδὲ ἱερεὺς τὰ δίκαια χρηματίζων, [297] ἀλλὰ καὶ αἱ πόλεις ἀνάστατοι γενήσονται καὶ τὸ ἔθνος κατὰ πάσης σπαρήσεται γῆς ἔπηλυν βίον καὶ ἀλήτην βιωσόμενον. καιρὸν δ᾽ αὐτοῖς ἔχουσι συνεβούλευεν ἀγαθοῖς γίνεσθαι καὶ μὴ φθονῆσαι τῆς εὐμενείας αὑτοῖς τοῦ θεοῦ. ταῦτ᾽ ἀκούσας βασιλεὺς καὶ λαὸς ἐχάρησαν καὶ πολλὴν πρόνοιαν ἐποιοῦντο κοινῇ τε πάντες καὶ κατ᾽ ἰδίαν τοῦ δικαίου: διέπεμψε δ᾽ βασιλεὺς καὶ τοὺς ἐν τῇ χώρᾳ τῶν νομίμων ἐπιμελησομένους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: