previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[287]

Καὶ τὰ μὲν περὶ Ἀβίαν τὸν Ῥοβοάμου τοῦ Σολόμωνος οὕτως παρειλήφαμεν. ἐτελεύτησε δὲ καὶ Ἱεροβόαμος τῶν δέκα φυλῶν βασιλεὺς ἄρξας ἔτη δύο καὶ εἴκοσι. διαδέχεται δ᾽ αὐτὸν παῖς Νάβαδος δευτέρου ἔτους ἤδη τῆς βασιλείας Ἀσάνου διεληλυθότος. ἦρξε δὲ τοῦ Ἱεροβοάμου παῖς ἔτη δύο τῷ πατρὶ τὴν ἀσέβειαν καὶ τὴν πονηρίαν ἐμφερὴς ὤν. [288] ἐν δὲ τούτοις τοῖς δυσὶν ἔτεσι στρατευσάμενος ἐπὶ Γαβαθῶνα πόλιν Παλαιστίνων οὖσαν πολιορκίᾳ λαβεῖν αὐτὴν προσέμενεν: ἐπιβουλευθεὶς δ᾽ ἐκεῖ ὑπὸ φίλου τινὸς Βασάνου ὄνομα Σειδοῦ δὲ παιδὸς ἀποθνήσκει, ὃς μετὰ τὴν τελευτὴν αὐτοῦ τὴν βασιλείαν παραλαβὼν ἅπαν τὸ Ἱεροβοάμου γένος διέφθειρε. [289] καὶ συνέβη κατὰ τὴν τοῦ θεοῦ προφητείαν τοὺς μὲν ἐν τῇ πόλει τῶν Ἱεροβοάμου συγγενῶν ἀποθανόντας ὑπὸ κυνῶν σπαραχθῆναι καὶ δαπανηθῆναι, τοὺς δ᾽ ἐν τοῖς ἀγροῖς ὑπ᾽ ὀρνίθων. μὲν οὖν Ἱεροβοάμου οἶκος τῆς ἀσεβείας αὐτοῦ καὶ τῶν ἀνομημάτων ἀξίαν ὑπέσχε δίκην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: