previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[263]

Ἀναχωρήσαντος δὲ Ἰσώκου Ῥοβόαμος βασιλεὺς ἀντὶ μὲν τῶν χρυσέων θυρεῶν καὶ τῶν ἀσπίδων χάλκεα ποιήσας τὸν αὐτὸν ἀριθμὸν παρέδωκε τοῖς τῶν βασιλείων φύλαξιν. ἀντὶ δὲ τοῦ μετὰ στρατηγίας ἐπιφανοῦς καὶ τῆς ἐν τοῖς πράγμασι λαμπρότητος διάγειν ἐβασίλευσεν ἐν ἡσυχίᾳ πολλῇ καὶ δέει πάντα τὸν χρόνον ἐχθρὸς ὢν Ἱεροβοάμῳ. [264] ἐτελεύτησε δὲ βιώσας ἔτη πεντήκοντα καὶ ἑπτὰ βασιλεύσας δ᾽ αὐτῶν ἑπτακαίδεκα, τὸν τρόπον ἀλαζὼν ἀνὴρ καὶ ἀνόητος καὶ διὰ τὸ μὴ προσέχειν τοῖς πατρῴοις φίλοις τὴν ἀρχὴν ἀπολέσας: ἐτάφη δ᾽ ἐν Ἱεροσολύμοις ἐν ταῖς θήκαις τῶν βασιλέων. διεδέξατο δ᾽ αὐτοῦ τὴν βασιλείαν υἱὸς Ἀβίας ὄγδοον ἤδη καὶ δέκατον ἔτος Ἱεροβοάμου τῶν δέκα φυλῶν βασιλεύοντος. [265] καὶ ταῦτα μὲν τοιοῦτον ἔσχε τὸ τέλος: τὰ δὲ περὶ Ἱεροβόαμον ἀκόλουθα τούτων ἔχομεν πῶς κατέστρεψε τὸν βίον διεξελθεῖν: οὗτος γὰρ οὐ διέλιπεν οὐδ᾽ ἠρέμησεν εἰς τὸν θεὸν ἐξυβρίζων, ἀλλὰ καθ᾽ ἑκάστην ἐπὶ τῶν ὑψηλῶν ὀρῶν βωμοὺς ἀνιστὰς καὶ ἱερεῖς ἐκ τοῦ πλήθους ἀποδεικνὺς διετέλει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: