previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[251]

Αἴτιον δ᾽ οἶμαι πολλάκις γίνεται κακῶν καὶ παρανομίας τοῖς ἀνθρώποις τὸ τῶν πραγμάτων μέγεθος καὶ πρὸς τὸ βέλτιον αὐτῶν τροπή: τὴν γὰρ βασιλείαν αὐξανομένην οὕτω βλέπων Ῥοβόαμος εἰς ἀδίκους καὶ ἀσεβεῖς ἐξετράπη πράξεις καὶ τῆς τοῦ θεοῦ θρησκείας κατεφρόνησεν, ὡς καὶ τὸν ὑπ᾽ αὐτῷ λαὸν μιμητὴν γενέσθαι τῶν ἀνομημάτων. [252] συνδιαφθείρεται γὰρ τὰ τῶν ἀρχομένων ἤθη τοῖς τῶν ἡγουμένων τρόποις, καὶ ὡς ἔλεγχον τῆς ἐκείνων ἀσελγείας τὴν αὑτῶν σωφροσύνην παραπέμποντες ὡς ἀρετῇ ταῖς κακίαις αὐτῶν ἕπονται: οὐ γὰρ ἔνεστιν ἀποδέχεσθαι δοκεῖν τὰ τῶν βασιλέων ἔργα μὴ ταὐτὰ πράττοντας. [253] τοῦτο τοίνυν συνέβαινε καὶ τοῖς ὑπὸ Ῥοβοάμῳ τεταγμένοις ἀσεβοῦντος αὐτοῦ καὶ παρανομοῦντος σπουδάζειν, μὴ προσκρούσωσι τῷ βασιλεῖ θέλοντες εἶναι δίκαιοι. τιμωρὸν δὲ τῶν εἰς αὐτὸν ὕβρεων θεὸς ἐπιπέμπει τὸν Αἰγυπτίων βασιλέα Ἴσωκον, περὶ οὗ πλανηθεὶς Ἡρόδοτος τὰς πράξεις αὐτοῦ Σεσώστρει προσάπτει. [254] οὗτος γὰρ Ἴσωκος πέμπτῳ ἔτει τῆς Ῥοβοάμου βασιλείας ἐπιστρατεύεται μετὰ πολλῶν αὐτῷ μυριάδων: ἅρματα μὲν γὰρ αὐτῷ χίλια καὶ διακόσια τὸν ἀριθμὸν ἠκολούθει, ἱππέων δὲ μυριάδες ἕξ, πεζῶν δὲ μυριάδες τεσσαράκοντα. τούτων τοὺς πλείστους Λίβυας ἐπήγετο καὶ Αἰθίοπας. [255] ἐμβαλὼν οὖν εἰς τὴν χώραν τῶν Ἑβραίων καταλαμβάνει τε τὰς ὀχυρωτάτας τῆς Ῥοβοάμου βασιλείας πόλεις ἀμαχητὶ καὶ ταύτας ἀσφαλισάμενος ἔσχατον ἐπῆλθε τοῖς Ἱεροσολύμοις ἐγκεκλεισμένου τοῦ Ῥοβοάμου καὶ τοῦ πλήθους ἐν αὐτοῖς διὰ τὴν Ἰσώκου στρατείαν καὶ τὸν θεὸν ἱκετευόντων δοῦναι νίκην καὶ σωτηρίαν: [256] ἀλλ᾽ οὐκ ἔπεισαν τὸν θεὸν ταχθῆναι μετ᾽ αὐτῶν: δὲ προφήτης Σαμαίας ἔφησεν αὐτοῖς τὸν θεὸν ἀπειλεῖν ἐγκαταλείψειν αὐτούς, ὡς καὶ αὐτοὶ τὴν θρησκείαν αὐτοῦ κατέλιπον. ταῦτ᾽ ἀκούσαντες εὐθὺς ταῖς ψυχαῖς ἀνέπεσον καὶ μηδὲν ἔτι σωτήριον ὁρῶντες ἐξομολογεῖσθαι πάντες ὥρμησαν, ὅτι δικαίως αὐτοὺς θεὸς ὑπερόψεται γενομένους περὶ αὐτὸν ἀσεβεῖς καὶ συγχέοντας τὰ νόμιμα. [257] κατιδὼν δ᾽ αὐτοὺς θεὸς οὕτω διακειμένους καὶ τὰς ἁμαρτίας ἀνθομολογουμένους οὐκ ἀπολέσειν αὐτοὺς εἶπε πρὸς τὸν προφήτην, ποιήσειν μέντοι γε τοῖς Αἰγυπτίοις ὑποχειρίους, ἵνα μάθωσι πότερον ἀνθρώπῳ δουλεύειν ἐστὶν ἀπονώτερον θεῷ. [258] παραλαβὼν δὲ Ἴσωκος ἀμαχητὶ τὴν πόλιν δεξαμένου Ῥοβοάμου διὰ τὸν φόβον οὐκ ἐνέμεινε ταῖς γενομέναις συνθήκαις, ἀλλ᾽ ἐσύλησε τὸ ἱερὸν καὶ τοὺς θησαυροὺς ἐξεκένωσε τοῦ θεοῦ καὶ τοὺς βασιλικοὺς χρυσοῦ καὶ ἀργύρου μυριάδας ἀναριθμήτους βαστάσας καὶ μηδὲν ὅλως ὑπολιπών. [259] περιεῖλε δὲ καὶ τοὺς χρυσοῦς θυρεοὺς καὶ τὰς ἀσπίδας, ἃς κατεσκεύασε Σολόμων βασιλεύς, οὐκ εἴασε δὲ οὐδὲ τὰς χρυσᾶς φαρέτρας, ἃς ἀνέθηκε Δαυίδης τῷ θεῷ λαβὼν παρὰ τοῦ τῆς Σωφηνῆς βασιλέως, καὶ τοῦτο ποιήσας ἀνέστρεψεν εἰς τὰ οἰκεῖα. [260] μέμνηται δὲ ταύτης τῆς στρατείας καὶ Ἁλικαρνασεὺς Ἡρόδοτος περὶ μόνον τὸ τοῦ βασιλέως πλανηθεὶς ὄνομα, καὶ ὅτι ἄλλοις τε πολλοῖς ἐπῆλθεν ἔθνεσι καὶ τὴν Παλαιστίνην Συρίαν ἐδουλώσατο λαβὼν ἀμαχητὶ τοὺς ἀνθρώπους τοὺς ἐν αὐτῇ. [261] φανερὸν δ᾽ ἐστίν, ὅτι τὸ ἡμέτερον ἔθνος βούλεται δηλοῦν κεχειρωμένον ὑπὸ τοῦ Αἰγυπτίου: ἐπάγει γάρ, ὅτι στήλας κατέλιπεν ἐν τῇ τῶν ἀμαχητὶ παραδόντων ἑαυτοὺς αἰδοῖα γυναικῶν ἐγγράψας: Ῥοβόαμος δ᾽ αὐτῷ παρέδωκεν ἡμέτερος βασιλεὺς ἀμαχητὶ τὴν πόλιν. [262] φησὶ δὲ καὶ Αἰθίοπας παρ᾽ Αἰγυπτίων μεμαθηκέναι τὴν τῶν αἰδοίων περιτομήν: ‘Φοίνικες γὰρ καὶ Σύροι οἱ ἐν τῇ Παλαιστίνῃ ὁμολογοῦσι παρ᾽ Αἰγυπτίων μεμαθηκέναι.’ δῆλον οὖν ἐστιν, ὅτι μηδένες ἄλλοι περιτέμνονται τῶν ἐν τῇ Παλαιστίνῃ Σύρων μόνοι ἡμεῖς. ἀλλὰ περὶ μὲν τούτων ἕκαστοι λεγέτωσαν τι ἂν αὐτοῖς δοκῇ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: