previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[246]

δὲ Σολόμωνος υἱὸς Ῥοβόαμος τῶν δύο φυλῶν βασιλεύς, ὡς προειρήκαμεν, ᾠκοδόμησε πόλεις ὀχυράς τε καὶ μεγάλας Βηθλεὲμ καὶ Ἠταμὲ καὶ Θεκωὲ καὶ Βηθσοὺρ καὶ Σωχὼ καὶ Ὀδολλὰμ καὶ Εἰπὰν καὶ Μάρισαν καὶ τὴν Ζιφὰ καὶ Ἀδωραὶμ καὶ Λάχεις καὶ Ἀζηκὰ καὶ Σαρὰμ καὶ Ἠλὼμ καὶ Χεβρῶνα. [247] ταύτας μὲν ἐν τῇ Ἰουδαίᾳ φυλῇ καὶ κληρουχίᾳ πρώτας ᾠκοδόμησε, κατεσκεύασε δὲ καὶ ἄλλας μεγάλας ἐν τῇ Βενιαμίδι κληρουχίᾳ, καὶ τειχίσας φρουράς τε κατέστησεν ἐν ἁπάσαις καὶ ἡγεμόνας σῖτόν τε πολὺν καὶ οἶνον καὶ ἔλαιον τά τε ἄλλα πρὸς διατροφὴν ἐν ἑκάστῃ τῶν πόλεων δαψιλῶς ἀπέθετο, πρὸς δὲ τούτοις θυρεοὺς καὶ σιρομάστας εἰς πολλὰς μυριάδας. [248] συνῆλθον δὲ οἱ παρὰ πᾶσι τοῖς Ἰσραηλίταις ἱερεῖς πρὸς αὐτὸν εἰς Ἱεροσόλυμα καὶ Ληουῖται καὶ εἴ τινες ἄλλοι τοῦ πλήθους ἦσαν ἀγαθοὶ καὶ δίκαιοι καταλιπόντες αὑτῶν τὰς πόλεις, ἵνα θρησκεύσωσιν ἐν Ἱεροσολύμοις τὸν θεόν: οὐ γὰρ ἡδέως εἶχον προσκυνεῖν ἀναγκαζόμενοι τὰς δαμάλεις, ἃς Ἱεροβόαμος κατεσκεύασε: καὶ ηὔξησαν τὴν Ῥοβοάμου βασιλείαν ἐπ᾽ ἔτη τρία. [249] γήμας δὲ συγγενῆ τινα καὶ τρεῖς ποιησάμενος ἐξ αὐτῆς παῖδας ἤγετο ὕστερον καὶ τὴν ἐκ τῆς Ἀψαλώμου θυγατρὸς Θαμάρης Μαχάνην ὄνομα καὶ αὐτὴν οὖσαν συγγενῆ: καὶ παῖς ἐξ αὐτῆς ἄρρην αὐτῷ γίνεται, ὃν Ἀβίαν προσηγόρευσεν. τεκνοῖ δὲ καὶ ἐξ ἄλλων γυναικῶν πλειόνων, ἁπασῶν δὲ μᾶλλον ἔστερξε τὴν Μαχάνην. [250] εἶχε δὲ τὰς μὲν νόμῳ συνοικούσας αὐτῷ γυναῖκας ὀκτωκαίδεκα παλλακὰς δὲ τριάκοντα, καὶ υἱοὶ μὲν αὐτῷ γεγόνεισαν ὀκτὼ καὶ εἴκοσι θυγατέρες δ᾽ ἑξήκοντα. διάδοχον δὲ ἀπέδειξε τῆς βασιλείας τὸν ἐκ τῆς Μαχάνης Ἀβίαν καὶ τοὺς θησαυροὺς αὐτῷ καὶ τὰς ὀχυρωτάτας πόλεις ἐπίστευσεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: