previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[17]

Σουμουίσῳ δὲ προσέταξεν οἰκίαν οἰκοδομήσαντι μένειν ἐν Ἱεροσολύμοις αὐτῷ προσεδρεύοντι καὶ μὴ διαβαίνειν τὸν χειμάρρουν Κεδρῶνα ἔχειν ἐξουσίαν, παρακούσαντι δὲ τούτων θάνατον ἔσεσθαι τὸ πρόστιμον. τῷ δὲ μεγέθει τῆς ἀπειλῆς καὶ ὅρκους αὐτῷ προσηνάγκασε ποιήσασθαι. [18] Σουμούισος δὲ χαίρειν οἷς προσέταξεν αὐτῷ Σολόμων φήσας καὶ ταῦτα ποιήσειν προσομόσας καταλιπὼν τὴν πατρίδα τὴν διατριβὴν ἐν τοῖς Ἱεροσολύμοις ἐποιεῖτο. διελθόντων δὲ τριῶν ἐτῶν ἀκούσας δύο δούλους ἀποδράντας αὐτὸν ἐν Γίττῃ τυγχάνοντας ὥρμησεν ἐπὶ τοὺς οἰκέτας. [19] ἐπανελθόντος δὲ μετ᾽ αὐτῶν βασιλεὺς αἰσθόμενος, ὡς καὶ τῶν ἐντολῶν αὐτοῦ καταφρονήσαντος καὶ τὸ μεῖζον τῶν ὅρκων τοῦ θεοῦ μηδεμίαν ποιησαμένου φροντίδα, χαλεπῶς εἶχε καὶ καλέσας αὐτόνοὐ σύ, φησίν, ὤμοσας μὴ καταλείψειν ἐμὲ μηδ᾽ ἐξελεύσεσθαί ποτ᾽ ἐκ ταύτης τῆς πόλεως εἰς ἄλλην; [20] οὔκουν ἀποδράσῃ τὴν τῆς ἐπιορκίας δίκην, ἀλλὰ καὶ ταύτης καὶ ὧν τὸν πατέρα μου παρὰ τὴν φυγὴν ὕβρισας τιμωρήσομαί σε πονηρὸν γενόμενον, ἵνα γνῷς ὅτι κερδαίνουσι μὲν οὐδὲν οἱ κακοὶ μὴ παρ᾽ αὐτὰ τἀδικήματα κολασθέντες, ἀλλὰ παντὶ τῷ χρόνῳ νομίζουσιν ἀδεεῖς εἶναι μηδὲν πεπονθότες αὔξεται καὶ γίνεται μείζων κόλασις αὐτοῖς ἧς ἂν παραυτίκα πλημμελήσαντες ἔδοσαν.’ καὶ Σουμούισον μὲν κελευσθεὶς Βαναίας ἀπέκτεινεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: