previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[13]

Ἰώαβος δὲ στρατηγὸς τὴν ἀναίρεσιν ἀκούσας Ἀδωνία περιδεὴς ἐγένετο, φίλος γὰρ ἦν αὐτῷ μᾶλλον τῷ βασιλεῖ Σολόμωνι, καὶ κίνδυνον ἐκ τούτου διὰ τὴν πρὸς ἐκεῖνον εὔνοιαν οὐκ ἀλόγως ὑποπτεύων καταφεύγει μὲν ἐπὶ τὸ θυσιαστήριον, ἀσφάλειαν δὲ ἐνόμιζεν αὑτῷ ποριεῖν ἐκ τῆς πρὸς τὸν θεὸν εὐσεβείας τοῦ βασιλέως. [14] δὲ ἀπαγγειλάντων αὐτῷ τινων τὴν Ἰωάβου γνώμην πέμψας Βαναίαν ἐκέλευσεν ἀναστήσαντα ἄγειν ἐπὶ τὸ δικαστήριον ὡς ἀπολογησόμενον. Ἰώαβος δὲ οὐκ ἔφη καταλείψειν τὸ ἱερόν, ἀλλ᾽ αὐτοῦ τεθνήξεσθαι μᾶλλον ἐν ἑτέρῳ χωρίῳ. [15] Βαναίου δὲ τὴν ἀπόκρισιν αὐτοῦ τῷ βασιλεῖ δηλώσαντος προσέταξεν Σολόμων ἐκεῖ τὴν κεφαλὴν αὐτοῦ ἀποτεμεῖν, καθὼς βούλεται, καὶ ταύτην λαβεῖν τὴν δίκην ὑπὲρ τῶν δύο στρατηγῶν, οὓς Ἰώαβος ἀνοσίως ἀπέκτεινε, θάψαι δ᾽ αὐτοῦ τὸ σῶμα, ὅπως τὰ μὲν ἁμαρτήματα μηδέποτε καταλείπῃ τὸ γένος τὸ ἐκείνου, τῆς δὲ Ἰωάβου τελευτῆς αὐτός τε καὶ πατὴρ ἀθῷοι τυγχάνωσι. [16] καὶ Βαναίας μὲν τὰ κελευσθέντα ποιήσας αὐτὸς ἀποδείκνυται στρατηγὸς πάσης τῆς δυνάμεως, Σάδωκον δὲ ποιεῖ μόνον ἀρχιερέα βασιλεὺς εἰς τὸν Ἀβιαθάρου τόπον, ὃν μετεστήσατο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: