previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[9]

Λαβὼν δὲ πρὸς ὀργὴν βασιλεὺς τὸν λόγον ἀποπέμπεται μὲν τὴν μητέρα μειζόνων ὀρέγεσθαι πραγμάτων εἰπὼν Ἀδωνίαν καὶ θαυμάζειν, πῶς οὐ παραχωρῆσαι καὶ τῆς βασιλείας ὡς πρεσβυτέρῳ παρακαλεῖ τὸν γάμον αὐτῷ τὸν Ἀβισάκης αἰτουμένη φίλους ἔχοντι δυνατοὺς Ἰώαβον τὸν στρατηγὸν καὶ Ἀβιάθαρον τὸν ἱερέα, μεταπεμψάμενος δὲ Βαναίαν τὸν ἐπὶ τῶν σωματοφυλάκων ἀποκτεῖναι προσέταξεν αὐτῷ τὸν ἀδελφὸν Ἀδωνίαν. [10] καλέσας δὲ τὸν Ἀβιάθαρον τὸν ἱερέαθανάτου μέν, εἶπε, ῥύεταί σε τά τε ἄλλα ὅσα τῷ πατρὶ συνέκαμες καὶ κιβωτός, ἣν σὺν αὐτῷ μετήνεγκας. ταύτην δέ σοι τὴν τιμωρίαν ἐπιτίθημι ταξαμένῳ μετὰ Ἀδωνία καὶ τὰ ἐκείνου φρονήσαντι: μήτε ἐνθάδε ἴσθι μήτε εἰς ὄψιν ἀπάντα τὴν ἐμήν, ἀλλ᾽ εἰς τὴν πατρίδα πορευθεὶς ἐν τοῖς ἀγροῖς ζῆθι καὶ τοῦτον ἄχρι τελευτῆς ἔχε τὸν βίον ἁμαρτὼν τοῦ μηκέτ᾽ εἶναι δικαίως ἐν ἀξίᾳ.’ [11] καταλύεται μὲν οὖν ἀπὸ τῆς ἱερατικῆς τιμῆς Ἰθαμάρου οἶκος διὰ τὴν προειρημένην αἰτίαν, καθὼς καὶ τῷ Ἀβιαθάρου πάππῳ προεῖπεν θεὸς Ἠλεί, μετέβη δ᾽ εἰς τὸ Φιναάσου γένος πρὸς Σάδωκον. [12] οἱ δὲ ἰδιωτεύσαντες ἐκ τοῦ Φιναάσου γένους καθ᾽ ὃν καιρὸν εἰς τὸν Ἰθαμάρου οἶκον ἀρχιερωσύνη μετῆλθεν Ἠλεὶ πρώτου ταύτην παραλαβόντος ἦσαν οὗτοι: τοῦ ἀρχιερέως Ἰησοῦ υἱὸς Βοκίας, τούτου δὲ Ἰώθαμος, Ἰωθάμου δὲ Μαραίωθος, Μαραιώθου δὲ Ἀροφαῖος, Ἀροφαίου δὲ Ἀχίτωβος, Ἀχιτώβου δὲ Σάδωκος, ὃς πρῶτος ἐπὶ Δαυίδου τοῦ βασιλέως ἀρχιερεὺς ἐγένετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: