previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[3]

Ἀδωνίας δέ, ὃς καὶ τοῦ πατρὸς ἔτι ζῶντος ἐπεχείρησε τὴν ἀρχὴν κατασχεῖν, παρελθὼν πρὸς τὴν τοῦ βασιλέως μητέρα Βερσάβην καὶ φιλοφρόνως αὐτὴν ἀσπασάμενος, πυθομένης εἰ καὶ διὰ χρείαν τινὰ πρὸς αὐτὴν ἀφῖκται καὶ δηλοῦν κελευούσης ὡς ἡδέως παρεξομένης ἤρξατο λέγειν, [4] ὅτι γινώσκει μὲν τὴν βασιλείαν καὶ αὐτὴ καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν τοῦ πλήθους προαίρεσιν οὖσαν αὐτοῦ, μεταβάσης δὲ πρὸς Σολόμωνα τὸν υἱὸν αὐτῆς κατὰ τὴν τοῦ θεοῦ γνώμην στέργει καὶ ἀγαπᾷ τὴν ὑπ᾽ αὐτῷ δουλείαν καὶ τοῖς παροῦσιν ἥδεται πράγμασιν. [5] ἐδεῖτο δ᾽ οὖν διακονῆσαι πρὸς τὸν ἀδελφὸν αὐτῷ καὶ πεῖσαι δοῦναι τὴν τῷ πατρὶ συγκοιμωμένην πρὸς γάμον αὐτῷ Ἀβισάκην: οὐ γὰρ πλησιάσαι τὸν πατέρα διὰ τὸ γῆρας αὐτῇ, μένειν δ᾽ ἔτι παρθένον. [6] δὲ Βερσάβη καὶ διακονήσειν σπουδαίως ὑπέσχετο καὶ καταπράξεσθαι τὸν γάμον δι᾽ ἀμφότερα, τοῦ τε βασιλέως αὐτῷ χαρίσασθαί τι βουλησομένου καὶ δεησομένης αὐτῆς λιπαρῶς. καὶ μὲν εὔελπις ἀπαλλάττεται περὶ τοῦ γάμου, δὲ τοῦ Σολόμωνος μήτηρ εὐθὺς ὥρμησεν ἐπὶ τὸν υἱὸν διαλεξομένη περὶ ὧν Ἀδωνίᾳ δεηθέντι κατεπηγγείλατο. [7] καὶ προϋπαντήσαντος αὐτῇ τοῦ παιδὸς καὶ περιπλακέντος, ἐπεὶ παρήγαγεν εἰς τὸν οἶκον, οὗ συνέβαινεν αὐτῷ κεῖσθαι τὸν βασιλικὸν θρόνον, καθίσας ἐκέλευσεν ἕτερον ἐκ δεξιῶν τεθῆναι τῇ μητρί. καθεσθεῖσα δ᾽ Βερσάβημίαν, εἶπεν, παῖ, χάριν αἰτουμένῃ κατάνευσον καὶ μηδὲν ἐξ ἀρνήσεως δύσκολον μηδὲ σκυθρωπὸν ἀπεργάσῃ.’ τοῦ δὲ Σολόμωνος προστάττειν κελεύοντος, [8] πάντα γὰρ ὅσιον εἶναι μητρὶ παρέχειν, καί τι προσμεμψαμένου τὴν ἀρχήν, ὅτι μὴ μετ᾽ ἐλπίδος ἤδη βεβαίας τοῦ τυχεῖν ὧν ἀξιοῖ ποιεῖται τοὺς λόγους ἀλλ᾽ ἄρνησιν ὑφορωμένη, δοῦναι τὴν παρθένον αὐτὸν Ἀβισάκην Ἀδωνίᾳ τἀδελφῷ πρὸς γάμον παρεκάλει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: