previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[207]

Δαυίδῃ δὲ γενομένῳ κατὰ Χώρανον τόπον οὕτως καλούμενον ἐπέρχεται τοῦ Σαούλου συγγενὴς Σαμούις μὲν ὄνομα υἱὸς δὲ Γηρᾶ, καὶ λίθοις τε ἔβαλλεν αὐτὸν καὶ ἐκακηγόρει. περιστάντων δὲ τῶν φίλων καὶ σκεπόντων ἔτι μᾶλλον Σαμούις βλασφημῶν διετέλει, μιαιφόνον καὶ πολλῶν ἀρχηγὸν κακῶν ἀποκαλῶν. [208] ἐκέλευε δὲ καὶ τῆς γῆς ὡς ἐναγῆ καὶ ἐπάρατον ἐξιέναι, καὶ τῷ θεῷ χάριν ὡμολόγει τῆς βασιλείας αὐτὸν ἀφελομένῳ καὶ διὰ παιδὸς ἰδίου τὴν ὑπὲρ ὧν ἥμαρτεν εἰς τὸν αὑτοῦ δεσπότην δίκην αὐτὸν εἰσπραξαμένῳ. πάντων δ᾽ ἐπ᾽ αὐτὸν ἠρεθισμένων ὑπ᾽ ὀργῆς καὶ μάλιστα Ἀβεσσαίου διαχρήσασθαι βουλομένου τὸν Σαμούιν Δαυίδης αὐτὸν τῆς ὀργῆς ἐπέσχε, [209]μὴ τοῖς παροῦσι κακοῖς ἑτέραν προσεξεργασώμεθα, φησί, καινοτέραν ἀφορμήν: οὐ γὰρ δὴ τοῦ προσλυσσῶντός μοι τούτου κυνὸς αἰδώς τις φροντὶς ὑπέρχεται, τῷ θεῷ δὲ εἴκω, δι᾽ ὃν οὗτος ἐφ᾽ ἡμᾶς ἀπενοήθη. θαυμαστὸν δ᾽ οὐδὲν ὑπὸ τούτου με ταῦτα πάσχειν, ὅπου γε καὶ παιδὸς ἀσεβοῦς πεπείραμαι. ἀλλ᾽ ἔσται τις οἶκτος ἡμῖν ἐκ θεοῦ καὶ κρατήσομεν τῶν ἐχθρῶν τούτου θελήσαντος.’ [210] ἤνυεν οὖν τὴν ὁδὸν οὐ φροντίζων τοῦ Σαμούι παρὰ τὸ ἕτερον μέρος τοῦ ὄρους διατρέχοντος καὶ πολλὰ κακηγοροῦντος: παραγενόμενος δ᾽ ἐπὶ τὸν Ἰόρδανον ἀνελάμβανε τοὺς ἰδίους ἐνταῦθα κεκοπωμένους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: