previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[194]

δὲ Ἀψάλωμος τοιούτων αὐτῷ τῶν παρὰ τοῦ πατρὸς ἀποβάντων πολλοὺς μὲν ἵππους ἐν ὀλίγῳ πάνυ χρόνῳ πολλὰ δ᾽ ἅρματα ἐκέκτητο, καὶ ὁπλοφόροι περὶ αὐτὸν ἦσαν πεντήκοντα: [195] καθ᾽ ἑκάστην δ᾽ ἡμέραν ὄρθριος πρὸς τὰ βασίλεια παρεγίνετο καὶ τοῖς ἐπὶ τὰς κρίσεις ἥκουσι καὶ ἐλαττουμένοις πρὸς ἡδονὴν ὁμιλῶν, ὡς παρὰ τὸ μὴ συμβούλους ἀγαθοὺς εἶναι τῷ πατρὶ τάχ᾽ αὐτῷ καὶ ἀδίκως ἐπταικότων τῶν περὶ τὴν κρίσιν, εὔνοιαν αὑτῷ παρὰ πάντων κατεσκεύαζε λέγων, ὡς αὐτὸς ἂν εἰ ταύτην εἶχε τὴν ἐξουσίαν πολλὴν αὐτοῖς ἐβράβευσεν εὐνομίαν. [196] τούτοις δημαγωγῶν τὸ πλῆθος ὡς βεβαίαν ἤδη τὴν παρὰ τῶν ὄχλων εὔνοιαν ἐνόμιζε, μετὰ δὲ τὴν τοῦ πατρὸς αὐτοῦ καταλλαγὴν τεσσάρων ἐτῶν ἤδη διεληλυθότων, ἐδεῖτο προσελθὼν εἰς Γιβρῶνα συγχωρῆσαι πορευθέντι θυσίαν ἀποδοῦναι τῷ θεῷ: φεύγοντα γὰρ αὐτὸν εὔξασθαι. τοῦ δὲ Δαυίδου τὴν ἀξίωσιν ἐφέντος πορεύεται, καὶ πολὺς ἐπισυνέρρευσεν ὄχλος ἐπὶ πολλοὺς αὐτοῦ διαπέμψαντος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: