previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[154]

Τῷ δ᾽ ἐκ τῆς Οὐρία γυναικὸς γενομένῳ παιδὶ Δαυίδῃ νόσον ἐνσκήπτει χαλεπὴν τὸ θεῖον, ἐφ᾽ δυσφορῶν βασιλεὺς τροφὴν μὲν ἐφ᾽ ἡμέρας ἑπτὰ καίτοι γε ἀναγκαζόντων τῶν οἰκείων οὐ προσηνέγκατο, μέλαιναν δὲ περιθέμενος ἐσθῆτα πεσὼν ἐπὶ σάκκου κατὰ γῆς ἔκειτο τὸν θεὸν ἱκετεύων ὑπὲρ τῆς τοῦ παιδὸς σωτηρίας: σφόδρα γὰρ ἔστεργεν αὐτοῦ τὴν μητέρα. [155] τῇ δ᾽ ἑβδόμῃ τῶν ἡμερῶν τελευτήσαντος τοῦ παιδὸς οὐκ ἐτόλμων τῷ βασιλεῖ τοῦτο μηνύειν οἱ θεράποντες λογιζόμενοι, μὴ γνοὺς ἔτι μᾶλλον ἀπόσχηται καὶ τροφῆς καὶ τῆς ἄλλης ἐπιμελείας ὡς ἂν ἐπὶ ποθεινοῦ τέκνου τετελευτηκότος, ὅτε καὶ νοσοῦντος οὕτως ὑπὸ τῆς λύπης ἑαυτὸν ἐκάκου. [156] ταραττομένων δ᾽ αἰσθόμενος τῶν οἰκετῶν βασιλεὺς καὶ ταῦτα πασχόντων, μάλιστα συγκρύψαι τι θέλουσι συμβαίνει, συνεὶς ὅτι τέθνηκεν παῖς προσφωνήσας ἕνα τῶν οἰκετῶν καὶ μαθὼν τἀληθὲς ἀνίσταται καὶ λουσάμενος καὶ λαβὼν ἐσθῆτα λευκὴν εἰς τὴν σκηνὴν τοῦ θεοῦ παραγίνεται, [157] καὶ κελεύσας δεῖπνον αὑτῷ παραθεῖναι πολλὴν ἐπὶ τῷ παραλόγῳ τοῖς τε συγγενέσι καὶ τοῖς οἰκέταις ἔκπληξιν παρεῖχεν, ὅτι μηδὲν τούτων ἐπὶ νοσοῦντι τῷ παιδὶ ποιήσας πάνθ᾽ ὁμοῦ τετελευτηκότος ἔπραττε. τήν τε αἰτίαν, δεηθέντες ἐπιτρέψαι πρῶτον αὐτοῖς πυθέσθαι, παρεκάλουν εἰπεῖν τῶν γεγενημένων. [158] δὲ ἀμαθεῖς εἰπὼν αὐτοὺς ἐδίδασκεν, ὡς ἔτι μὲν ζῶντος τοῦ παιδὸς ἔχων ἐλπίδα σωτηρίας αὐτοῦ δεόντως πάντ᾽ ἐποίει τὸν θεὸν ἡγούμενος τούτοις εὐμενῆ καταστήσειν, ἀποθανόντος δ᾽ οὐκέτι χρείαν εἶναι λύπης ματαίας. ταῦτ᾽ εἰπόντος ἐπῄνεσαν τὴν σοφίαν καὶ τὴν διάνοιαν τοῦ βασιλέως. συνελθὼν δὲ τῇ γυναικὶ Βεεθσαβῇ ἔγκυον αὐτὴν ἐποίησε, καὶ γεννησαμένης ἄρρεν παιδίον Σολόμωνα τοῦτον προσηγόρευσεν, οὕτως Νάθα τοῦ προφήτου κελεύσαντος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: