previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[141]

Τούτων οὕτως γενομένων ἔπεμψεν ἀγγέλους Ἰώαβος πρὸς τὸν βασιλέα λέγειν ἐντειλάμενος αὐτοῖς, ὡς σπουδάσειε μὲν ταχέως ἑλεῖν τὴν πόλιν, προσβαλὼν δὲ τῷ τείχει καὶ πολλοὺς ἀπολέσας ἀναχωρῆσαι βιασθείη: προστιθέναι δὲ τούτοις ἂν ὀργιζόμενον ἐπ᾽ αὐτοῖς βλέπωσι καὶ τὸν Οὐρία θάνατον. [142] τοῦ δὲ βασιλέως ἀκούσαντος παρὰ τῶν ἀγγέλων ταῦτα καὶ δυσφοροῦντος φάσκοντος ἁμαρτεῖν αὐτοὺς τῷ τείχει προσβαλόντας, δέον ὑπονόμοις καὶ μηχανήμασιν ἑλεῖν πειρᾶσθαι τὴν πόλιν, καὶ ταῦτ᾽ ἔχοντας παράδειγμα τὸν Γεδεῶνος υἱὸν Ἀβιμέλεχον, ὃς ἐπεὶ τὸν ἐν Θήβαις πύργον ἑλεῖν ἐβούλετο βίᾳ, βληθεὶς ὑπὸ πρεσβύτιδος πέτρῳ κατέπεσε καὶ ἀνδρειότατος ὢν διὰ τὸ δυσχερὲς τῆς ἐπιβολῆς αἰσχρῶς ἀπέθανεν: [143] οὗ μνημονεύοντας ἔδει μὴ προσιέναι τῷ τείχει τῶν πολεμίων: ἄριστον γὰρ ἁπάντων τῶν ἐν πολέμῳ πραχθέντων καὶ καλῶς καὶ ὡς ἑτέρως ἐνίοις αὐτοῖς κινδύνοις μνήμην ἔχειν, ὡς τὰ μὲν μιμεῖσθαι τὰ δὲ φυλάττεσθαι. [144] ἐπεὶ δὲ οὕτως ἔχοντι καὶ τὸν Οὐρία θάνατον ἐδήλωσεν ἄγγελος, παύεται μὲν τῆς ὀργῆς, Ἰωάβῳ δ᾽ ἐκέλευσεν ἀπελθόντα λέγειν ἀνθρώπινον εἶναι τὸ συμβεβηκὸς καὶ τὰ τοῦ πολέμου φύσιν ἔχειν τοιαύτην, ὥστε ποτὲ μὲν τοῖς ἐναντίοις εὖ πράττειν συμβαίνειν κατ᾽ αὐτόν, ποτὲ δὲ τοῖς ἑτέροις: [145] τοῦ λοιποῦ μέντοι γε προνοεῖν τῆς πολιορκίας, ὅπως μηδὲν ἔτι πταίσωσι κατ᾽ αὐτήν, ἀλλὰ χώμασι καὶ μηχαναῖς ἐκπολιορκήσαντας καὶ παραστησαμένους τὴν μὲν πόλιν κατασκάψαι, ἅπαντας δ᾽ ἀπολέσαι τοὺς ἐν αὐτῇ. καὶ μὲν ἄγγελος τὰ ὑπὸ τοῦ βασιλέως ἐντεταλμένα κομίζων πρὸς Ἰώαβον ἠπείγετο. [146] δὲ τοῦ Οὐρία γυνὴ Βεεθσαβὴ τὸν θάνατον τἀνδρὸς πυθομένη ἐπὶ συχνὰς αὐτὸν ἡμέρας ἐπένθησεν, παυσαμένην δὲ τῆς λύπης καὶ τῶν ἐπ᾽ Οὐρίᾳ δακρύων βασιλεὺς εὐθὺς ἄγεται γυναῖκα, καὶ παῖς ἄρρην ἐξ αὐτῆς γίνεται αὐτῷ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: