previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[107]

Ὡς δὲ τῆς Ἀμάθης βασιλεὺς τὰ περὶ τὸν Ἀνδράζαρον ἐπύθετο καὶ τὴν δύναμιν αὐτοῦ διεφθαρμένην ἤκουσε, δείσας περὶ αὑτῷ καὶ τὸν Δαυίδην πρὶν ἐπ᾽ αὐτὸν ἔλθοι φιλίᾳ καὶ πίστει γνοὺς ἐνδήσασθαι, πέμπει πρὸς αὐτὸν Ἀδώραμον υἱὸν αὐτοῦ καὶ περὶ τοῦ τὸν Ἀνδράζαρον ἐχθρὸν ὄντ᾽ αὐτῷ πολεμῆσαι χάριν ἔχειν ὁμολογῶν, καὶ συμμαχίαν πρὸς αὐτὸν καὶ φιλίαν ποιούμενος. [108] ἔπεμψε δ᾽ αὐτῷ καὶ δῶρα σκεύη τῆς ἀρχαίας κατασκευῆς χρύσεα καὶ ἀργύρεα καὶ χάλκεα. Δαυίδης δὲ ποιησάμενος τὴν συμμαχίαν πρὸς τὸν Θαῖνον, τοῦτο γὰρ ἦν ὄνομα τῷ βασιλεῖ τῆς Ἀμάθης, καὶ τὰ δῶρα δεξάμενος ἀπέλυσεν αὐτοῦ τὸν υἱὸν μετὰ τιμῆς τῆς πρεπούσης ἑκατέροις. τὰ δὲ πεμφθέντα ὑπ᾽ αὐτοῦ καὶ τὸν ἄλλον χρυσὸν καὶ ἄργυρον, ὃν ἐκ τῶν πόλεων εἰλήφει καὶ τῶν κεχειρωμένων ἐθνῶν, φέρων ἀνατίθησι τῷ θεῷ. [109] οὐκ αὐτῷ δὲ πολεμοῦντι μόνον καὶ τῆς στρατιᾶς ἡγουμένῳ τὸ νικᾶν καὶ κατορθοῦν παρεῖχεν θεός, ἀλλὰ καὶ πέμψαντος αὐτοῦ μετὰ δυνάμεως εἰς τὴν Ἰδουμαίαν Ἀβεσσαῖον τὸν Ἰωάβου τοῦ ἀρχιστρατήγου ἀδελφὸν δι᾽ ἐκείνου τὴν τῶν Ἰδουμαίων νίκην ἔδωκε: μυρίους γὰρ αὐτῶν καὶ ὀκτακισχιλίους Ἀβεσσαῖος διέφθειρε τῇ μάχῃ. καὶ τὴν Ἰδουμαίαν ἅπασαν φρουραῖς διαλαβὼν βασιλεὺς φόρους ὑπέρ τε τῆς χώρας καὶ τῆς ἑκάστου κεφαλῆς παρ᾽ αὐτῶν ἐδέχετο. [110] ἦν δὲ καὶ δίκαιος τὴν φύσιν καὶ τὰς κρίσεις πρὸς τὴν ἀλήθειαν ἀφορῶν ἐποιεῖτο. στρατηγὸν δὲ ἁπάσης εἶχε τῆς στρατιᾶς τὸν Ἰώαβον: ἐπὶ δὲ τῶν ὑπομνημάτων Ἰωσάφατον υἱὸν Ἀχίλου κατέστησεν: ἀπέδειξε δ᾽ ἐκ τῆς Φινεέσου οἰκίας τὸν Σάδωκον ἀρχιερέα μετ᾽ Ἀβιαθάρου, φίλος γὰρ ἦν αὐτῷ: γραμματέα δὲ Σισὰν ἐποίησε: Βαναίᾳ δὲ τῷ Ἰωάδου τὴν τῶν σωματοφυλάκων ἀρχὴν παραδίδωσιν: οἱ δὲ πρεσβύτεροι παῖδες αὐτοῦ περὶ τὸ σῶμα καὶ τὴν τούτου φυλακὴν ἦσαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: